Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.900
Not analysed yet
»Ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας.» Καὶ ἐν ἑτέρῳ δὲ ψαλμῷ ὁ μακάριος ἔφη Δαβίδ· «Παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται, καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα.» Ταπεινοφροσύνης δὲ μεστὰ τῆς κληρονομούσης τὰ ῥήματα. Οὐ γὰρ αἰτεῖ διὰ τὴν ἑαυτῆς δικαιοσύνην κατευθυνθῆναι αὐτῇ τὴν ὁδὸν, ἀλλὰ διὰ τοὺς ἐχθροὺς τοὺς δυσσεβείᾳ συζῶντας, τοὺς ἀδίκως αὐτῇ πολεμοῦντας. Εἶτα αὐτῶν καὶ κατὰ μέρος διδάσκει τὰ τῆς πονηρίας ἐπιτηδεύματα. ιʹ. «Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια.» Τῷ ψεύδει, φησὶ, διηνεκῶς τὴν γλῶτταν μολύνουσιν. «Ἡ καρδία αὐτῶν ματαία.» Τοῖς λόγοις αὐτῶν καὶ οἱ λογισμοὶ συμβαίνουσι, καὶ συνομολογεῖ τῷ στόματι ἡ διάνοια. ιαʹ. «Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν.» Οἱ κεκλεισμένοι τάφοι κεκρυμμένην ἔχουσι τὴν δυσοσμίαν, οἱ δὲ ἀνεῳγμένοι πολλὴν ἀποπέμπουσι τὴν δυσωδίαν· τοιαῦτα καὶ οὗτοι, φησὶν, ἐρυγγάνουσι ῥήματα πάσης ἀσεβείας καὶ δυσοσμίας μεστά. Διὰ τούτων δὲ τῶν λόγων τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας αἰνίττεται, καὶ τῆς ἀκολασίας καὶ τῆς ἀσελγείας τὰ ῥήματα. «Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖνον αὐτοὺς ὁ Θεός.» Χαλεπώτερα τῶν προφερομένων ῥημάτων τὰ κεκρυμμένα· δόλῳ γὰρ κεχρημένοι μυρία τινὰ κατὰ τῶν πέλας τυρεύουσιν. «Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν, κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτούς.» Ἀχθήτωσαν τοίνυν ὑπὸ τὴν σὴν κρίσιν, ὦ Δέσποτα, καὶ διαμάρτωσιν ὧν καττύουσι καθ' ἡμῶν, καὶ μαθέτωσαν διὰ τῆς πείρας, ὡς ἱστὸν ἀράχνης ὑφαίνουσι, καὶ δότωσαν ποινὴν τῶν τολμημάτων ἀξίαν. «Ὅτι παρεπίκρανάν σε, Κύριε.» Κατὰ σοῦ γὰρ τὸν πόλεμον κεκινήκασι, πρὸς τοὺς ἀνακειμένους σοι κινήσαντες τὴν παράταξιν. ιβʹ. «Καὶ εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σέ· εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς.» Τοῦτο δὲ τοὺς εἰς σὲ πεπιστευκότας εὐφροσύνης ἐμπλήσει, καὶ παρέξει αὐτοῖς θυμηδίαν αἰώνιον· οὐχ ὁ ἐκείνων ὄλεθρος, ἀλλ' ἡ σὴ προμήθεια. Πείθονται γὰρ ὡς ἐνοικεῖς ἐν αὐτοῖς, καὶ ἐμπεριπατεῖς, καὶ οἶκον αὐτοὺς ἀφιερωμένον ἀποφαίνεις. «Καὶ καυχήσονται ἐν σοὶ οἱ ἀγαπῶντες τὸ ὄνομά σου. [ιγʹ.] Ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε.» Τῆς γὰρ σῆς εὐλογίας τε καὶ προνοίας τοῖς σοῖς χορηγουμένης θεραπευταῖς, οἱ σφᾶς αὐτοὺς ἐραστὰς τοῦ σοῦ ὀνόματος καταστήσαντες, ἐπὶ τῇ σῇ κηδε-