Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.901
Not analysed yet
μονίᾳ μεγαλοφρονήσουσι, τὴν σὴν διηγούμενοι δύναμιν. Οὕτω καὶ ὁ μακάριος λέγει Παῦλος· «Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω.» —»Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς.» Εὐδοκίαν ἡ θεία Γραφὴ καλεῖ τὸ ἀγαθὸν τοῦ Θεοῦ θέλημα. Τοιοῦτόν ἐστι τὸ, «Ηὐδόκησας, Κύριε, τὴν γῆν σου,» ἀντὶ τοῦ, Ἀγαθὰ ἠθέλησας τῇ γῇ σου.» Καὶ παρὰ τῷ μακαρίῳ Παύλῳ, «Κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ,» τουτέστι, κατὰ τὸ ἀγαθὸν αὐτοῦ θέλημα. Καὶ ἐνταῦθα τοίνυν τοῦτο λέγει, ὅτι Τὸ ἀγαθόν σου θέλημα, καὶ ἡ πολλή σου περὶ ἡμᾶς φιλοστοργία τε καὶ ἀγάπη, καὶ ὅπλον ἡμῖν γέγονε νίκης πρόξενον, καὶ στέφανος ἐπινίκιος. ΕΡΜΗΝ. ΤΟΥ ϛʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαβίδ.» Ὀγδόην τὴν μέλλουσαν κατάστασιν ὁ προφητικὸς λόγος καλεῖ· ἐπειδὴ γὰρ ὁ παρὼν βίος διὰ τῶν ἑπτὰ τῆς ἑβδομάδος ἡμερῶν ἀνακυκλεῖται· ἀπὸ γὰρ τῆς πρώτης ὁ χρόνος ἀρχόμενος, καὶ λήγων εἰς τὴν ἑβδόμην, πάλιν εἰς τὴν πρώτην ἐπάνεισι, καὶ οὕτως εἰς τὴν ἑβδόμην χωρεῖ· εἰκότως τὸν ἔξω τοῦ ἑβδοματικοῦ ἀριθμοῦ αἰῶνα ὀγδόην ὁ θεῖος προσηγόρευσε λόγος. Μέμνηται δὲ θανάτου καὶ κρίσεως ἐν τῷδε τῷ ψαλμῷ· διὸ καὶ ταύτην τέθεικε τὴν ἐπιγραφήν. Λέγει γάρ· «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» ἀντὶ τοῦ, Ἀποκέκλεισται τοῖς ἐντεῦθεν ἐξιοῦσι τῆς μετανοίας ἡ θύρα, καὶ οὐχ οἷόν τε τοὺς μὴ κατὰ τὸν παρόντα βίον τοῖς τῆς μετανοίας χρησαμένους φαρμάκοις, ἐκεῖ τὴν ὑπὲρ τῆς ἁμαρτίας ἐξομολόγησιν προσενεγκεῖν τῷ Θεῷ. Μαρτυρεῖ δὲ τούτοις τοῖς λόγοις, καὶ ἡ τῶν παρθένων παραβολή. Καὶ γὰρ δι' ἐκείνης μεμαθήκαμεν, ὡς αἱ μωραὶ παρθένοι σβεσθεισῶν τῶν λαμπάδων ἔμειναν ἔξω τῶν τοῦ νυμφῶνος θυρῶν, παίουσαι μὲν τὰς θύρας, ἀποπεμπόμεναι δὲ, καὶ τῆς παστάδος ἀποστερούμεναι. Ἔφη γὰρ πρὸς αὐτάς· «Ὑπάγετε, οὐκ οἶδα ὑμᾶς.» Διά τοι τοῦτο ὁ μακάριος Δαβὶδ, μετὰ τὴν διπλῆν ἐκείνην ἁμαρτίαν, ταύτην τῷ Θεῷ προσφέρει τὴν ἱκετείαν, ἰατρευθῆναι παρακαλῶν, ὡς μήκετι χώραν ἐχόντων ἐν ἐκείνῳ τῷ βίῳ τῶν τῆς μετανοίας φαρμάκων. βʹ. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ, ὀργῇ σου παιδεύσῃς με.» Οὐ παρακαλεῖ μὴ ἐλεγχθῆναι, ἀλλὰ μὴ θυμῷ ἐλεγχθῆναι, οὐδὲ ἱκετεύει μὴ παιδευθῆναι, ἀλλὰ μὴ μετ' ὀργῆς τοῦτο παθεῖν. Πατρικῶς με, φησὶ, παίδευσον, μὴ δικαστικῶς· ἰατρικῶς, μὴ κολαστικῶς. Μὴ μετρήσῃς τῇ ἁμαρτίᾳ τὴν τιμωρίαν, ἀλλὰ τῇ φιλανθρωπίᾳ τὸ δίκαιον κέρασον