Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.904
Not analysed yet
γʹ. «Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.» Ἁρμόττουσα τοῖς ἡμαρτηκόσιν ἡ τοιαύτη φωνή. Ἀσθενείας γὰρ ἡγουμένης, ἡ ἁμαρτία νικᾷ. Εἰ γὰρ μὴ ἀσθενήσει τὸ ἐν ἡμῖν· λογικὸν, οὐ στασιάσει τὰ πάθη· ἐῤῥωμένου γὰρ τοῦ ἡνιόχου, καὶ μετ' ἐπιστήμης τοὺς ἵππους καὶ στρέφοντος καὶ ἰθύνοντος, οὐκ ἔχει τὰ σκιρτήματα χώραν. δʹ. «Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου· καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα.» Ὀστᾶ ἐνταῦθα τοὺς λογισμοὺς ὀνομάζει· ἐπειδὴ γὰρ τὰ ὀστᾶ στεγανωτέραν ἔχει τὴν φύσιν, καὶ αὐτὰ φέρει τὸ σῶμα, τροπικῶς τοὺς λογισμοὺς, δι' ὧν τὸ ζῶον ἰθύνεται, ὀστᾶ προσηγόρευσεν. Ἡ τούτων, φησὶ, ταραχὴ ἐκλόνησέ με, καὶ διέσεισε. Διόπερ τῆς σῆς φιλανθρωπίας ἀπολαῦσαι παρακαλῶ, ἵνα διὰ ταύτης τὴν ἴασιν δέξωμαι. «Καὶ σὺ Κύριε ἕως πότε; [εʹ.] Ἐπίστρεψον Κύριε, ῥῦσαι τὴν ψυχήν μου, σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.» Τὸ, ἕως πότε, οὐχ ὡς ἐγκαλῶν λέγει, ἀλλ' ὡς ἐν ὀδύναις ὢν, ἐπιταχῦναι παρακαλεῖ τὴν βοήθειαν. Ἁρμοδίως δὲ προσέθηκε τὸ, «Ἕνεκεν τοῦ ἐλέους σου.» Οὐδὲ γὰρ ἐμαυτῷ, φησὶ, θαῤῥῶ, οὐδὲ τῇ ἐμαυτοῦ δικαιοσύνῃ τὴν σὴν ἐπιγράφω βοήθειαν, ἀλλὰ διὰ τὸν σὸν ἔλεον ταύτης ἱκετεύω τυχεῖν. Τὸ δὲ, «ἐπίστρεψον, Κύριε,» ἀντὶ τοῦ, «πρόσχες μοι,» καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ· ἐκ μεταφορᾶς τῶν ὀργιζομένων, καὶ ἀποστρεφομένων, καὶ τοὺς ἐπταικότας οὐκ ἐθελόντων ὁρᾷν. ϛʹ. «Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Διὰ τοῦτο τῆς θεραπείας ἐπὶ τοῦ παρόντος ἀπολαῦσαι παρακαλῶ, ἐπειδὴ οἶδα, ὅτι τοῖς τόνδε τὸν βίον ἐξιοῦσι μετὰ τραυμάτων, οὐδεμία λοιπὸν θεραπεία δοθήσεται, οὐκέτι χώραν τῆς μετανοίας ἐχούσης. [Καὶ κάλλιστα τῷ θείῳ Δαβὶδ τοῦτο πεφιλοσόφηται· οὐ γὰρ ἐν θανάτῳ, ἀλλ' ἐν ζωῇ ἐστιν ὁ τοῦ Θεοῦ μεμνημένος. Οὕτως οὐκ ἔστιν ἐν ᾅδῃ τοῖς ἀπελθοῦσιν ἐξομολόγησις καὶ διόρθωσις. Συνέκλεισε γὰρ ὁ Θεὸς ἐνταῦθα μὲν βίον καὶ πρᾶξιν, ἐκεῖ δὲ τὴν τῶν πεπραγμένων ἐξέτασιν· καίγε ἴδιον τοῦτο τῆς ὀγδόης, τὸ μηκέτι καιρὸν εἰς παρασκευὴν ἀγαθῶν, ἢ κακῶν διδόναι τοῖς ἐν αὐτῇ γινομένοις. Ἀλλ' ὧν ἄν τις ἑαυτῷ καταβάληται διὰ τῶν ἔργων τὰ σπέρματα, τούτων ἀντιπαρέχειν τὰ δράγματα· οὗ χάριν ἐνταῦθα ἐνεργεῖν νομοθετεῖ τὴν μετάνοιαν, ὡς ἐν τῷ ᾅδῃ τῆς τοιαύτης σπουδῆς ἀπρακτούσης. Φησὶ γάρ· Ἐπειδὴ μακρός μοι γέγονεν ὁ τῆς μετανοίας καιρὸς, δέδοικα μὴ φθάσῃ τὸν παρὰ σοῦ ἔλεον ὁ θάνατος, ἐν ᾧ τὰ τῆς ἐξομολογήσεως οὐκ ἔστι· τούτου