Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.905
Not analysed yet
χάριν ἐπιταχῦναι τὸν ἔλεον αἰτῶ· εἶτα παιδεύει τὸν ἀκροατὴν, ὅτι μετὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖ καὶ τὰ ἡμέτερα ἕπεσθαι. Ἄν τε γὰρ τὴν ἀσθένειαν προβαλώμεθα, ἄν τε τὴν ταραχὴν, ἄν τε τοῦ Θεοῦ τὴν ἀγαθότητα, τὰ δὲ παρ' ἡμῶν μὴ προστεθῇ, οὐδὲν ὄφελος ἡμῖν. ζʹ. «Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω.» Οἶδα μὲν μεγάλα καὶ χαλεπὰ πλημμελήσας, ἀλλ' ὅμως δακρύων διηνεκῶς διατελῶ, καὶ τὰ ὑπ' ἐμοῦ τετολμημένα θρηνῶν. Καὶ μέντοι καὶ τὴν μιανθεῖσαν ὑπὸ τῆς παρανομίας κλίνην ἀεὶ δάκρυσιν ἀπολούσω, ἐκκαθῆραι ταύτην διὰ τούτων πειρώμενος· κἂν τύχω δὲ τῆς ἀφέσεως, οὐ παύσομαι τοῦτο ποιῶν. Τοῦτο γὰρ σημαίνει, «Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, καὶ βρέξω.» ηʹ. «Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου.» Αὐτό μου τὸ ὀπτικὸν τῆς διανοίας τετάρακται διὰ τὴν σὴν ἀγανάκτησιν, Δέσποτα. Ὀφθαλμὸν γὰρ ἐνταῦθα τὸν νοῦν προσηγόρευσε, διὸ καὶ ἑνὸς ἐμνημόνευσεν. «Ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου.» Πάντων μοι, φησὶ, χαλεπώτερα τῶν ἐχθρῶν τὰ ὀνείδη· ταῦτα γάρ με δαπανᾷ, καὶ κατατήκει, καὶ γῆρας ἄωρον ἐπιφέρει. θʹ, ιʹ. «Ἀπόστητε ἀπ' ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τῆς τοῦ κλαυθμοῦ μου· ἤκουσε Κύριος τῆς δεήσεώς μου. Κύριος τὴν προσευχήν μου προσεδέξατο.» Μηκέτι, φησὶν, ἐπιτωθαζέτωσάν μοι οἱ τὰς οἰκείας μὲν οὐχ ὁρῶντες παρανομίας, τὰ δ' ἐμὰ πλημμελήματα κωμῳδοῦντες. Τῆς θείας γὰρ ἔτυχον εὐμενείας, καὶ πέπεικα δι' ὧν ἠντιβόλησα παριδεῖν μὲν τὰ πλημμελήματα, μεταδοῦναι δὲ συγγνώμης. ιαʹ. «Αἰσχυνθείησαν, καὶ ταραχθείησαν πάντες οἱ ἐχθροί μου· ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους.» Ταῦτα τοίνυν εἰδότες, παύσασθε μὲν ἐμοὶ ὀνείδη προσφέροντες, τὰς δὲ οἰκείας εἰς νοῦν λαβόντες παρανομίας, αἰσχύνης καὶ θορύβου καὶ ταραχῆς ἀναπλήσθητε. Δίκαιον γὰρ καὶ φόβου μεστὸν τὸ θεῖον κριτήριον. ΕΡΜΗΝ. ΤΟΥ Ζʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.» Ἀποδιδράσκων ὁ μακάριος Δαβὶδ τὸν ἀλάστορα καὶ πατραλοίαν υἱόν, εὗρε βοηθὸν τὸν Χουσὶ, ὃς πέπεικε τὸν Ἀβεσσαλὼμ μὴ κατὰ τὴν εἰσήγησιν τοῦ Ἀχιτόφελ παραυτίκα διῶξαι τὸν πατέρα, ἀλλὰ τὸν λαὸν ἅπαντα