Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.908
Not analysed yet
συναγεῖραι, καὶ τηνικαῦτα κατὰ τοῦ γεγεννηκότος στρατεῦσαι. Ἀχθεσθεὶς τοίνυν καὶ λίαν ἀδημονήσας ὁ Ἀχιτόφελ, ὡς αἱρετωτέρας ὀφθείσης τῆς τοῦ Χουσὶ συμβουλῆς, αὐτόχειρ αὐτὸς γενόμενος, τὴν δι' ἀγχόνης ἐδέξατο τελευτήν. Ὁ δέ γε θεῖος Δαβὶδ τῆς ἐφόδου τὴν ἀναβολὴν καιρὸν εἰς φυγὴν λαβὼν, τῆς σωτηρίας ἔτυχε· τοῦτον τοιγαροῦν τὸν ψαλμὸν, οἷόν τινα ὕμνον καὶ προσευχὴν, τῷ σωτῆρι προσφέρει Θεῷ· προστίθησι δὲ καὶ διδασκαλίαν, τοὺς μὲν ὑπό τινων ἀδικουμένους εἰς τὸν Θεὸν ἔχειν τὰς ἐλπίδας προτρέπων, καὶ τὴν ἐκεῖθεν ἀναμένειν ῥοπὴν, τοὺς δὲ ἀδικοῦντας δεδιττόμενος τῆς τοῦ Θεοῦ δικαίας κρίσεως μνήμῃ. βʹ, γʹ. «Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με. Μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου, μηδὲ σώζοντος.» Οὐδεμιᾷ, φησὶν, ἀνθρωπίνῃ βοηθείᾳ θαῤῥῶν, τὴν δὲ σὴν ἐλπίδα μόνην ἐν ἐμαυτῷ περιφέρων, ἱκετεύω τῆς σῆς προμηθείας τυχεῖν. Δέδια γὰρ μὴ δίκην ἀγρίου θηρὸς ἐπελθόντες οἱ πολεμοῦντες, καὶ ἔρημόν με τῆς σῆς προνοίας εὑρόντες, παντελῶς διαφθείρωσιν. δʹ. «Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο.» Εἶτα διδάσκει σαφέστερον ὃ λέγει· «Εἰ ἔστιν ἀδικία ἐν χερσί μου.» Καὶ δεικνὺς ποῖον εἶδος ἀδικίας ἐνταῦθά φησιν, εὐθὺς ἐπάγει· εʹ, ϛʹ. «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.» Τῆς ἀρετῆς πολλὰ μόρια. Οὐ γὰρ μόνον σωφροσύνη καὶ φρόνησις, ἀλλὰ καὶ ἀνδρεία καὶ δικαιοσύνη. Ἐνταῦθα τοίνυν οὐ τὴν ἄκραν ἀρετὴν ἑαυτῷ μαρτυρεῖ· ἀλλ' ὅτι τούτους ἥκιστα τοὺς πολεμίους ἠδικηκὼς, τὴν ἄδικον δι' αὐτοὺς ὑπομένει φυγήν. Οὐ μόνον γὰρ, φησὶν, ἀδικίας οὐκ ἦρξα, ἀλλ' οὐδὲ τοὺς ἠδικηκότας ἠνεσχόμην ἀμύνασθαι πώποτε. Πολλάκις γὰρ τὸν Σαοὺλ ὑποχείριον λαβὼν, τῆς ἀδίκου δυσμενείας δίκας οὐκ εἰσεπραξάμην. Οὗ δὴ χάριν σε, Δέσποτα, παρακαλῶ, τὸν πάντα σαφῶς ἐπιστάμενον, δικάσαι μοι δικαίως· καὶ εἴ τι τοιοῦτο δέδρακα πώποτε, τῆς μὲν σῆς κηδεμονίας γυμνῶσαι· τοῦτο γὰρ λέγει, «Ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·» ὑποχείριον δὲ τοῖς δυσμενέσιν ἐκδοῦναι· ὡς ἂν μὴ μόνον τῆς παρὰ σοῦ με δόξης καὶ βασιλείας γυμνώσαιεν, ἀλλὰ καὶ καταγελάστῳ παραδοῖεν θανάτῳ. Τοῦτο γὰρ ἐσήμανεν εἰρηκὼς, «Τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.» ζʹ. «Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου· ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου.» Ὁ μὲν οὖν Σύμ-