Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.909
Not analysed yet
μαχος, ἐν χόλῳ, ὁ δὲ Θεοδοτίων, ἐν θυμῷ, ὁ δέ γε Ἀκύλας, ἐν ἀνυπερθεσίᾳ ἡρμήνευσε. Παρακαλεῖ τοίνυν τὸν δίκαιον κριτὴν μηκέτι μακροθυμίᾳ, ἀλλὰ δικαίᾳ χρησάμενον ψήφῳ, τὴν τιμωρίαν ἐπιθεῖναι τοῖς ἀδικοῦσι. Τὸ γὰρ, ἀνάστηθι, ἀντὶ τοῦ, μηκέτι μακροθυμήσῃς, τέθεικε· τοιοῦτόν ἐστι τὸ, «Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε,» καὶ γὰρ ἐκεῖ ὕπνον τὴν μακροθυμίαν ἐκάλεσε. Καὶ, «Ἀνάστα, Κύριε, βοήθησον ἡμῖν.» Ὁ καιρὸς γὰρ οὐ φιλανθρωπίας, ἀλλὰ δικαίας ὀργῆς. Ἐπίθες τοίνυν τοῖς ἐχθροῖς μου τὸ πέρας, τὴν ἄδικον αὐτῶν ἔφοδον καταπαύσας. ηʹ. «Καὶ ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι ᾧ ἐνετείλω.» Σὺ γὰρ ἐνομοθέτησας τοῖς ἀδικουμένοις ἀμύνειν. Ὃ τοίνυν τοῖς ἄλλοις ἐνετείλω ποιεῖν, δρᾶσον, ὦ Δέσποτα, καὶ τῆς σῆς μοι μετάδος ῥοπῆς. «Καὶ συναγωγὴ λαῶν κυκλώσει σε. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.» Ταύτης γάρ σου τῆς προνοίας δειχθείσης, ἅπαντές σοι τοὺς ὕμνους προσοίσουσι, καὶ Θεὸν ὕψιστον ἀποκαλέσουσιν, ἅ τε δὴ πάντα ἐφορῶντα, καὶ τὴν ἀξίαν δίκην τοῖς ἀδικοῦσιν ἐπιτιθέντα. Τὸ γὰρ, «εἰς ὕψος ἐπίστρεψον,» ἀντὶ τοῦ, ὕψιστος ὢν φύσει, παρὰ δὲ τοῖς πολλοῖς ἀγνοούμενος, δείχθητι ὅπερ ὑπάρχεις διὰ τῆς περὶ τοὺς ἀδικουμένους κηδεμονίας. Εἶτα προφητικῶς· θʹ. «Κύριος κρινεῖ λαούς.» Οὐ γὰρ μόνον τὴν ἐμὴν δίκην δικάσει, ἀλλὰ καὶ πάσῃ τῇ τῶν ἀνθρώπων φύσει. «Κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ' ἐμοί.» Οὐ δικαιοσύνην ἑαυτῷ διὰ τούτων τῶν λόγων μεμαρτύρηκεν ὁ θεῖος Δαβίδ· τἀναντία γὰρ αὐτοῦ βοῶντος ἀκούομεν, «Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός·» καί· «Εἶπα, Ἐξαγορεύσω κατ' ἐμοῦ τὴν ἀνομίαν μου τῷ Κυρίῳ·» ἀλλὰ δικαιοσύνην τὴν ἐν τῷ προκειμένῳ πράγματι λέγει· Οὔτε γὰρ, φησὶ, τὸν Ἀβεσσαλὼμ ἠδίκηκά τι, οὔτε τὸν Ἀχιτόφελ, οὔτε τοὺς μετὰ τούτων κατ' ἐμοῦ στρατεύοντας. Κατὰ ταύτην τοίνυν τὴν δικαιοσύνην, καὶ τὴν ἀκακίαν, κριθῆναι παρακαλῶ, καὶ μὴ κατὰ τὰς ἤδη παρ' ἐμοῦ γεγενημένας πλημμελείας. Αὐτὴν κατ' αὐτὴν κριθῆναι τὴν παροῦσαν ὑπόθεσιν ἱκετεύω, καὶ μὴ ἑτέρων νῦν δοῦναι δίκας ἁμαρτημάτων. ιʹ. «Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς δίκαιον.» Ἀντὶ τοῦ, συντελεσθήτω, ἀπαρτισθήτω ὁ Σύμμαχος τέθεικεν. Εἰ ματαία, φησὶ, δειχθείη τῶν κακίᾳ συζώντων ἡ πονηρία, σπουδαιότερον οἱ τῆς ἀρετῆς τρόφιμοι τὴν προκειμένην αὐτῆς πορείαν ποιήσονται. «Ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός. [ιαʹ.]