Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.912
Not analysed yet
Δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σώζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.» Νεφροὺς ἐνταῦθα τοὺς λογισμοὺς ὀνομάζει. Ἐπειδὴ γὰρ τὰς ὑπογαστρίους ὀρέξεις οἱ νεφροὶ διεγείρουσιν, ἐντεῦθεν δὲ λοιπὸν κινοῦνται τῆς ἐπιθυμίας οἱ λογισμοὶ, νεφροὺς τροπικῶς τοὺς λογισμοὺς προσηγόρευσεν. Ὁ τοίνυν, φησὶ, τοὺς κεκρυμμένους τῆς διανοίας τῶν ἀνθρώπων λογισμοὺς ἐπιστάμενος, δικαίαν μοι παρέξει βοήθειαν, ἅτε δὴ τοῦτο ποιεῖν εἰωθώς. Τοῖς γὰρ ἀδικουμένοις ἐπαμύνων διατελεῖ. Ἐντεῦθεν λοιπὸν καὶ δεδίττεται τοὺς πονηρίᾳ συζῶντας, τὰς δικαίας τιμωρίας ὑποδεικνύς· καὶ προαγορεύει τοῦ Ἀχιτόφελ τὸν ὄλεθρον. ιβʹ. «Ὁ Θεὸς κριτὴς δίκαιος, καὶ ἰσχυρὸς, καὶ μακρόθυμος, καὶ μὴ ὀργὴν ἐπάγων καθ' ἑκάστην ἡμέραν.» Ἔχει δὲ καὶ φιλανθρωπίαν, δι' ἣν ἐπὶ πλεῖστον φέρει τῶν ἀνθρώπων τὰ πλημμελήματα. Ἐπεὶ εἴποτε ἴδοι τοὺς ἀνθρώπους διὰ ταύτης ὄνησιν οὐ καρπουμένους, τέως ταῖς ἀπειλαῖς ἐκφορεῖ, τὴν τιμωρίαν ἀναβαλλόμενος. Εἰ δὲ καὶ ταύτης καταφρονήσαντες ἐπιμείναιεν ἁμαρτάνοντες, αὐτίκα τὴν πανωλεθρίαν ἐπάγει τὸ δίκαιον ἔχουσαν. Ταῦτα διὰ τῶν ἐπαγομένων ἐδήλωσεν. ιγʹ, ιδʹ. «Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὑτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό. Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου.» Ταῦτα γὰρ οὐ τιμωρίας, ἀλλ' ἀπειλῆς. Στιλβώσει γὰρ εἶπεν, οὐκ, ἐπάξει· καὶ, ἐνέτεινε τὸ τόξον, οὐ, τὸ βέλος ἀφῆκε· καὶ διδάσκων κατὰ τίνων ἀφήσει τὰ βέλη, εὐθὺς ἐπισυνῆψε· «Τὰ βέλη αὑτοῦ τοῖς καιομένοις ἐξειργάσατο.» Οἱ γὰρ τὴν εὔπρηστον τῆς ἁμαρτίας ὕλην δεξάμενοι, καὶ ξύλα, καὶ χόρτον, καὶ καλάμην οἰκοδομήσαντες, ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, τοῖς πυρφόροις τούτοις βληθήσονται βέλεσιν. ιεʹ. «Ἰδοὺ ὠδίνησεν ἀδικίαν.» Ὁ Ἀχιτόφελ, τὴν πονηρὰν ἐκείνην εἰσηγησάμενος γνώμην, «Συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν.» Ἐκ πονηρίας γὰρ οὐδεμίαν καταλειπούσης ὑπερβολὴν, κατὰ τοῦ μηδὲν ἠδικηκότος πατρὸς τὸν παράνομον καθώπλισε παῖδα. ιϛʹ, ιζʹ. «Λάκκον ὤρυξε, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον ὃν εἰργάσατο. Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.» Ταῖς οἰκείαις, φησὶν ἁλώσεται πάγαις, καὶ τῶν οἰκείων πόνων τὰ ἐπίχειρα δέξεται, καὶ θηρευθήσεται δικτύοις, ἃ πρὸς ἄγραν ἑτέρων διέπηξεν. ιηʹ. «Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ