Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.913
Not analysed yet
ὑψίστου.» Ἐγὼ δὲ τοσαύτης τοῦ Θεοῦ προνοίας τυχὼν, ὑμνήσω τὸν εὐεργέτην διηνεκῶς, τῆς κρίσεως τὸ δίκαιον διηγούμενος. ΕΡΜΗΝ. ΤΟΥ Ηʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαβίδ.» Ἰστέον, ὅτι ἐν ἑκάστῳ ψαλμῷ, ἐν ᾧ οἱ Ἑβδομήκοντα εἰς τὸ τέλος τεθείκασιν, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων τῷ νικοποιῷ ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος ἐπινίκιον· καὶ οὗτος τοιγαροῦν ὁ ψαλμὸς ἐπινίκιος τῷ νικοποιῷ προσφέρεται Θεῷ, τῷ τὸν ἐχθρὸν καὶ ἐκδικητὴν διάβολον καταλύσαντι, καὶ τοὺς ἀνθρώπους εἰς τέλος τῆς ἐκείνου τυραννίδος ἐλευθερώσαντι. Ληνοὺς δὲ τὰς Ἐκκλησίας προσαγορεύει, ἐπειδὴ καὶ τὸν Κύριον ἄμπελον· αὐτὸς γὰρ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή.» Ταύτην δὲ τρυγῶντες οἱ πεπιστευκότες τὸν μυστικὸν κατασκευάζουσιν οἶνον. Μεγίστη δὲ καὶ αὐτὴ τῆς Ἰουδαίων ἀπιστίας κατηγορία. Πλῆθος γὰρ ληνῶν ἀκούοντες, καὶ σαφῶς εἰδότες ὡς μία τις ἐδόθη ληνὸς, μᾶλλον δὲ οὐδὲ ληνὸς, ἀλλὰ προλήνιον· «Προλήνιον γὰρ, φησὶν, ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας·» νοεῖν οὐκ ἐθέλουσιν, ὡς ἐπαύσατο μὲν τὰ παλαιὰ, ἐπεφάνη δὲ τῆς νέας διαθήκης ἡ χάρις, πάντας ἀνθρώπους εἰς σωτηρίαν προσκαλουμένη. Οὗ δὴ χάριν οὐκέτι κατὰ τὸν παλαιὸν νόμον ἐφ' ἑνὸς θυσιαστηρίου τοὺς τῶν ἀνθρώπων καρποὺς ληνοβατοῦσιν οἱ ἱερεῖς· ἀλλὰ μυρία καὶ ἀριθμὸν νικῶντα κατὰ πᾶσαν γῆν καὶ θάλατταν ἐπάγη θυσιαστήρια. Καὶ τοῦτο σαφέστερον ὁ ὀγδοηκοστὸς τρίτος διδάσκει ψαλμός. Καὶ αὐτὸς γὰρ ἐπιγραφὴν ἔχων ληνῶν, πολλῶν θυσιαστηρίων ἐποιήσατο μνήμην· «Ὡς ἀγαπητὰ γὰρ, φησὶ, τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων,» ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου· καὶ μετ' ὀλίγα· «Τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων.» Καὶ ὁ ὄγδοος δὲ ψαλμὸς, Ὑπὲρ τῶν ληνῶν ἐπιγεγραμμένος, τῆς οἰκουμένης προθεσπίζει τὴν σωτηρίαν, καὶ τὴν περὶ τοὺς ἀνθρώπους τοῦ Θεοῦ κηδεμονίαν διδάσκει, καὶ τοῦ Μονογενοῦς προλέγει τὴν ἐνανθρώπησιν. βʹ. «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ. Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.» Τὸ, ὡς, ἐνταῦθα οὐ παραβολικῶς, ἀλλ' ἐπιτατικῶς. Σφόδρα γὰρ, φησὶ, τὸ σὸν, ὦ Δέσποτα, παρὰ πάντων ὑμνεῖται ὄνομα, καὶ σὲ ποιητὴν οὐρανοῦ καὶ γῆς ἅπαντες ὀνομάζουσι. Τὸ γὰρ, «Ἐπήρθη ἡ μεγαλο-