Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.916
Not analysed yet
πρέπειά σου ὑπεράνω τῶν οὐρανῶν,» τοῦτο δηλοῖ, ὅτι Ἔγνωσαν ἅπαντες, ὡς οὐρανοῦ καὶ γῆς, καὶ τῶν ἁπάντων δεσπόζεις· αὐτὸς μὲν γὰρ τὸ μεγαλοπρεπὲς εἶχεν ἀεὶ, ἀλλὰ τοῖς ἀνθρώποις τοῦτο γνώριμον οὐκ ἦν ἀεί. Τοιαῦτα καὶ ὁ μακάριος Ἀβακοὺμ προθεσπίζει. Εἰρηκὼς γὰρ, «Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου,» ἐπήγαγεν· «Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.» Καὶ αὐτὸς δὲ τῷ Ἰακὼβ ἐπιφανεὶς, τὴν προσηγορίαν πυνθανομένῳ ἔφη· «Τί ζητεῖς τὸ ὄνομά μου; καὶ τοῦτό ἐστι θαυμαστόν.» γʹ. «Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, ἕνεκα τῶν ἐχθρῶν σου· τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.» Τοῦτο δέ σου μάλιστα τὴν δύναμιν ἔδειξεν, ὅτι δι' ἀνδρῶν τὴν ἀνθρωπίνην οὐ μεμαθηκότων σοφίαν, ὑπομαζίων δὲ παιδίων τὴν ἁπλότητα μιμουμένων, τὸν παμπόνηρον ἐκεῖνον κατέλυσας τύραννον· ὅς σοι τῷ Θεῷ δυσμεναίνων ἀεὶ, καὶ διὰ τὸν κατὰ σοῦ πόλεμον τοὺς ἀνθρώπους ἐξαπατῶν, πάλιν οἷά τις τιμωρὸς δίκας αὐτοὺς εἰσπράττεται τῆς ἀπάτης. Οὕτω τὸν Ἀχιτόφελ ἐκεῖνα εἰπεῖν παρασκευάσας, αὐτοχειρίᾳ θανάτῳ παρέπεμψεν· οὕτω τὸν Ἰούδαν εἰς προδοσίαν ὁπλίσας, μισθὸν τῆς ὑπακοῆς τὴν ἀγχόνην ἀντέδωκε· καὶ κατὰ τὴν ἱστορίαν δέ γε δυνατὸν γνῶναι τὴν τῆς προφητείας ἀλήθειαν. Ἐν γὰρ τοῖς ἱεροῖς Εὐαγγελίοις, ὁ Δεσπότης Χριστὸς δυσχεραίνουσιν Ἰουδαίοις, ἡνίκα τὰ παιδία μετὰ κλάδων ἡγούμενα, «Ὡσαννὰ ἐν τοῖς ὑψίστοις,» ἔλεγον, «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου,» ἀπεκρίνατο· «Οὐκ ἀνέγνωτε· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;» Κἀκεῖνα τοίνυν τὰ παιδία τὸν ἀγνώμονα τῶν Ἰουδαίων κατακρίνει λαὸν, τὸν ὁμοίως τῷ διαβόλῳ καὶ ἐχθρὸν καὶ ἐκδικητήν. Καὶ γὰρ οὗτος τὸν θεῖον νόμον παραβαίνων ἀεὶ, καὶ τἀναντία τοῖς ὑπὸ τοῦ Θεοῦ διηγορευμένοις διαπραττόμενος, πάλιν, ὡς ὑπὲρ τοῦ νομοθέτου δῆθεν ἀγωνιζόμενος, ἐσταύρωσε τὸν Δεσπότην Χριστὸν, ἀντίθεον ἀποκαλῶν καὶ παράνομον. δʹ. «Ὅτι ὄψομαι τοὺς οὐρανοὺς, τὰ ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας.» Ἱκανὰ γὰρ, φησὶ, καὶ τὰ στοιχεῖα τὴν σὴν, ὦ Δέσποτα, δεῖξαι μεγαλουργίαν, καὶ οὐρανὸς, καὶ γῆ, καὶ σελήνη, καὶ ἥλιος, καὶ ἡ ἐν τούτοις εὐταξία τε καὶ εὐκοσμία· ἡ δὲ μέχρι τῶν εὐτελῶν