Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.917
Not analysed yet
ἀνθρώπων διήκουσα πρόνοια μείζονα τὴν ἄφατόν σου κηρύττει φιλανθρωπίαν. εʹ. «Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Ταῦτα δὲ οὐ περὶ τῆς δημιουργίας, ἀλλὰ περὶ τῆς προνοίας διέξεισιν. Οὐ γὰρ εἶπεν, «ὅτι ἔπλασας,» ἀλλὰ, «ὅτι μιμνήσκῃ καὶ ἐπισκέπτῃ.» Ἀλλαχοῦ δὲ σαφέστερον τῆς ἡμετέρας φύσεως τραγῳδεῖ τὴν εὐτέλειαν· «Ἄνθρωπος γὰρ, φησὶ, ματαιότητι ὡμοιώθη· αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι.» Καὶ πάλιν· «Ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ οὕτως ἐξανθήσει· ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει, καὶ οὐκ ἐπιγινώσκεται ἔτι ὁ τόπος αὐτοῦ.» Καὶ ἕτερα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, τὸν ἀνθρώπειον καταστέλλοντα τύφον. Καὶ ἐνταῦθα τοίνυν ὁ προφητικὸς θαυμάζει λόγος βοῶν· «Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;» Οὐ γὰρ μόνον εἰς τὸ εἶναι παρήγαγες, ἀλλὰ καὶ τὸ εὖ εἶναι δεδώρησαι, καὶ μεμνημένος διατελεῖς, καὶ κακῶς διακείμενον ἐπισκέπτῃ. ϛʹ. «Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους.» Ἐνταῦθα τῆς μετὰ τὴν παράβασιν ἐμνημόνευσεν ἀποφάσεως. Τῷ θνητῷ γὰρ τῶν ἀγγέλων ἠλάττωται. «Δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν. [ζʹ.] Καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου.» Ταῦτα δὲ μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ ἡμετέρα ἐδέξατο φύσις. «Χάριτι γάρ ἐστε σεσωσμένοι,» ᾗ φησιν ὁ θεῖος Ἀπόστολος, «καὶ συνήγειρεν, καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ.» ηʹ, θʹ. «Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.» Καὶ αὕτη δέ φησι τῆς σῆς φιλανθρωπίας τε καὶ δυνάμεως ἀπόδειξις ἀκριβὴς, τὸ τὴν εὐτελῆ τῶν ἀνθρώπων φύσιν τοσαύτης ἐμπλῆσαι σοφίας, ὥστε μὴ μόνον τῶν χερσαίων ζώων, ἀλλὰ καὶ τῶν πτηνῶν, καὶ νηκτῶν, καὶ ἀμφιβίων κρατεῖν, καὶ τὰ ὑψηλότερα καὶ βαθύτερα ταῖς ἐπινοίαις θηρεύειν· καὶ τὰ τὸν ἀέρα διαπερῶντα, καὶ τοῖς ὕδασι καλυπτόμενα ὑποχείρια ἔχειν. Τούτων μὲν οὖν κοινὴν ἅπασιν ἀνθρώποις τὴν δεσποτείαν δεδώρησαι. Τὴν δὲ ἡμετέραν ἀπαρχὴν ὁ θεῖος Λόγος ἀνειληφὼς, καὶ ναὸν ἀποφήνας οἰκεῖον, καὶ σάρκα οἰκείαν προσαγορεύσας, καὶ τὴν ἀπόῤῥητον ἐργασάμενος ἕνωσιν, ἐκάθισεν ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας,