Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.920
Not analysed yet
καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· οὐ πρόβατα καὶ βόας ἁπάσας, ἀλλὰ πᾶσαν τὴν ὁρωμένην καὶ ἀόρατον κτίσιν. Καὶ τούτων μάρτυς ὁ θεῖος Ἀπόστολος διαῤῥήδην βοῶν· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» Καὶ μικρὸν ἀνωτέρω· «Πάντα γὰρ, φησὶν, ὑπέταξας ὑπὸ τοὺς πόδας αὐτοῦ.» Καὶ ἐν τῇ πρὸς Κορινθίους, «Ὅταν δὲ, φησὶν, εἴπῃ, ὅτι πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα.» Μόνη γὰρ ἡ ἄκτιστος φύσις τῆς ὑποταγῆς ταύτης ὡς ἐλευθέρα κεχώρισται. Ἡ δέ γε παρὰ ταύτης τὸ εἶναι δεξαμένη, ὁποία ἂν εἴη, εἴτε ὁρατὴ, εἴτε ἀόρατος, καὶ ὡς Θεῷ, καὶ ὡς ἀνθρώπῳ ὑπόκειται τῷ Δεσπότῃ Χριστῷ. Τοσαύτην ἡ τῶν ἀνθρώπων φύσις παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἐδέξατο τὴν τιμήν. Διὸ πάλιν αὐτὸ τὸ προοίμιον ἀκροτελεύτιον τέθεικεν· ιʹ. «Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.» ΕΡΜΗΝ. ΤΟΥ Θʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαβίδ.» Ὁ μὲν Σύμμαχος, ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ· ὁ δὲ Ἀκύλας, τῷ νικοποιῷ νεανεότητος τοῦ υἱοῦ, καὶ ὁ Θεοδοτίων, ὑπὲρ ἀκμῆς τοῦ υἱοῦ. Συμφώνως τοίνυν ἅπαντες τοῦ υἱοῦ μνημονεύσαντες, διδάσκουσιν ἡμᾶς, ὡς προφητείαν καὶ οὗτος ὁ ψαλμὸς περιέχει τῆς κατὰ τοῦ θανάτου νίκης τοῦ Δεσπότου Χριστοῦ. Ἀνδρικῶς γὰρ καὶ νεανικῶς νικήσας τὴν ἁμαρτίαν, καὶ λαβῆς ἀφορμὴν οὐδεμίαν δεδωκὼς τῷ θανάτῳ, κατέλυσεν αὐτοῦ τὸ κράτος. Κρύφιον δὲ τοῦτο τὸ μυστήριον οἱ Ἑβδομήκοντα προσηγόρευσαν, ἐπειδὴ καὶ τοὺς ἄλλους ἅπαντας, καὶ αὐτοὺς τοὺς ἀποστόλους ἐλάνθανε. Καὶ μάρτυς ὁ εὐαγγελιστής· τοῦ γὰρ Κυρίου πολλάκις αὐτοῖς εἰρηκότος, «Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς τὸ σταυρωθῆναι, καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται·» ἐπήγαγεν ὁ εὐαγγελιστής· «Καὶ ἦν τοῦτο κεκρυμμένον ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.» Διὸ καὶ ὁ μακάριος Παῦλος βοᾷ· «Σοφίαν λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης