Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.921
Not analysed yet
ἐσταύρωσαν.» Καὶ πάλιν· «Τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων, καὶ ἀπὸ τῶν γενεῶν.» Εἰκότως τοίνυν οἱ Ἑβδομήκοντα τοῦ Υἱοῦ τὸν θάνατον ὠνόμασαν κρύφιον. βʹ, γʹ. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου, διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσομαι καὶ ἀγαλλιάσομαι ἐν σοί· ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε.» Τῶν τελείων ἴδιον, τὸ πᾶσαν ἀνατιθέναι τῷ Θεῷ τὴν καρδίαν, καὶ πᾶσαν αὐτῷ καθιεροῦν τὴν διάνοιαν. «Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου.» Ὁ δὲ μερίζων τοὺς λογισμοὺς εἰς μαμωνᾶν καὶ Θεὸν, εἰς Χριστὸν καὶ χρυσὸν, εἰς τὸν παρόντα καὶ τὸν μέλλοντα βίον, οὐ δύναται ἀληθεύων λέγειν· «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.» Ὁ δὲ προφήτης πνευματικοῖς ὀφθαλμοῖς τὰ ἐσόμενα προϊδὼν, οὐκ ἐξομολογεῖται μόνον ἐν ὅλῃ καρδίᾳ, ἀλλὰ καὶ διηγεῖται αὐτοῦ πάντα τὰ θαυμάσια, κοινωνοὺς τοὺς ἀκούοντας τῆς ὑμνῳδίας ποιούμενος, καὶ βουλόμενος μόνον τὸν εὐεργέτην ὑμνεῖν· καὶ θυμηδίας ἀφορμὴν οὐ πλοῦτον ἔχειν καὶ δυναστείαν, οὐδὲ ὑγίειαν καὶ σώματος εὐεξίαν, ἀλλὰ τοῦ Θεοῦ τὴν μνήμην. «Εὐφρανθήσομαι γὰρ, φησὶ, καὶ ἀγαλλιάσομαι ἐν σοί.» Οὕτω καὶ ἀλλαχοῦ· «Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην.» Καὶ ἑτέρωθι, «Εὐφράνθητε ἐπὶ Κύριον, καὶ ἀγαλλιᾶσθε δίκαιοι.» Καὶ πάλιν· «Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.» δʹ. «Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσώπου σου.» Ταῦτα ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν, ᾌσω τῷ ὀνόματί σου, Ὕψιστε, ἀνατραπέντων τῶν ἐχθρῶν μου εἰς τὰ ὀπίσω, καὶ προσκοψάντων καὶ ἀπολομένων ἐκ προσώπου σου. Θεασάμενος γὰρ τοὺς ἐμοὺς δυσμενεῖς καταλυθέντας, καὶ εἰς φυγὴν τραπέντας, εἶτα ἁλόντας καὶ πανωλεθρίαν ὑπομείναντας, ὑμνῶ σε καὶ τὰς σὰς ᾄδων εὐεργεσίας διατελῶ. Ταῦτα δὲ ὁ προφήτης ὑπὲρ τῆς ἀνθρωπίνης διεξέρχεται φύσεως· ἅτε δὴ τοῦ ἀλάστορος ἀπαλλαγεὶς, καὶ τὴν ἐλευθερίαν διὰ τῆς θείας χάριτος δεξάμενος. Οὐ γὰρ, ὥς τινες ὑπέλαβον, ἐξ αὐτοῦ τοῦ Σωτῆρος οὗτος εἴρηται ὁ ψαλμὸς, ἀλλὰ μᾶλλον πρὸς αὐτὸν, ὡς πρὸς εὐεργέτην, ἀπὸ τῶν εὖ πεπονθότων, ὡς αὐτὰ διδάσκει τὰ ῥήματα. εʹ. «Ὅτι ἐποίησας τὴν κρίσιν μου, καὶ τὴν δίκην μου.» Τίνα τρόπον; «Ἐκάθισας ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην. Καὶ ψῆφον ποίαν ἐξήνεγκεν;»