Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.924
Not analysed yet
ϛʹ. «Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτοῦ ἐξήλειψας εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Οὐ γὰρ ἠνέσχου, φησὶν, ἐπὶ πλεῖστον περιϊδεῖν τῶν ἀνθρώπων τὴν φύσιν ὑπὸ τοῦ πικροῦ τυράννου δουλουμένην κακῶς, ἀλλ' οἷόν τις δικαστὴς, ἐπὶ θρόνου τινὸς ὑψηλοῦ καὶ φοβεροῦ βήματος καθίσας, τοιαύτην αὐτῷ τιμωρίαν ἐπήνεγκας, ὥστε λήθῃ παντελεῖ τούτου παραδοθῆναι τὴν μνήμην. Τὸ δέ γε, «Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς,» ταύτην ἔχει τὴν διάνοιαν· Διὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν μετ' ἐκείνους τῆς ἀληθείας κηρύκων, προσήνεγκες τοῖς ἔθνεσι τὰ θεῖα δόγματα· ἐκείνων δὲ δεξαμένων, καὶ τῆς πλάνης ἀπαλλαγέντων, ἀπώλετο ὁ ἀσεβὴς, τοὺς ἀπατωμένους καὶ προσκυνοῦντας οὐκ ἔχων. Οὕτω Βαρνάβας καὶ Παῦλος θῦσαι πειραθεῖσι Λυκάοσιν ἐπετίμησαν βοῶντες· «Τί ποιεῖτε, ἄνδρες; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, ἀπὸ τούτων τῶν ματαίων πρὸς τὸν Θεὸν ὑμᾶς ἐπιστρέφοντες.» Οὕτω Γαλάταις ὁ μακάριος ἐπετίμησε Παῦλος· Ὦ ἀνόητοι Γαλάται, τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;» Οὕτω Κορινθίοις· «Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία, οἵα οὐδ' ἐν τοῖς ἔθνεσιν ὀνομάζεται.» Ἐπετίμησε τοίνυν ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβὴς, καὶ τὸ ὄνομα αὐτοῦ ἐξήλειψεν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐσβέσθησαν γὰρ παντελῶς τῆς ἀσεβείας αἱ τελεταὶ, καὶ λήθῃ παντελεῖ παρεδόθησαν, ὡς μηδένα τῶν νῦν ἀνθρώπων εἰδέναι τὰ τῆς ἀσεβείας μυστήρια. ζʹ. «Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες.» Ἐγυμνώθη γὰρ τῶν οἰκείων ὅπλων, οὐκ ἔχων τῆς ἀσεβείας τοὺς ὑπουργούς· οἱ δὲ σφᾶς αὐτοὺς ἐκείνου καταστήσαντες ὄργανα, οὗτοι νῦν μεταταξάμενοι τὸν κατ' ἐκείνου πόλεμον ἀνεδέξαντο. Καὶ αἱ πόλεις δὲ, τῆς ἐν αὐταῖς πάλαι πολιτευομένης ἀσεβείας καταλυθείσης, εὐσεβείας τὴν οἰκοδομίαν ἀνεδέξαντο. Τῶν ἀδυνάτων γὰρ ἦν δείμασθαι τὴν εὐσέβειαν μὴ πρότερον καταλύσαντας τὴν ἀσέβειαν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, διδάσκουσα ἡμᾶς ἵν' ἀρνησάμενοι τὴν ἀσέβειαν, καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι,» καὶ τὰ ἑξῆς. Οὕτως ἕκαστος οὐ πρότερον συνανίσταται τῷ Χριστῷ, πρὶν δέξασθαι τοῦ θανάτου τὴν κοινωνίαν. Διὸ καὶ ὁ θεσπέσιος Παῦλός φησιν· «Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ