Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.925
Not analysed yet
ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα.» Καὶ πάλιν· «Εἰ συναπεθάνομεν, καὶ συζήσομεν.» Οὕτω καὶ τῶν πολεμίων τὴν ἀσέβειαν καταλύσας ᾠκοδόμησε τὴν εὐσέβειαν. «Ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ' ἤχου· [ηʹ] καὶ ὁ Κύριος εἰς τὸν αἰῶνα μένει.» Ἐκεῖνος μὲν, φησὶν, ἔκδηλον ἅπασι καὶ διαφανῆ λίαν ὑπομεμένηκε τὴν ἀπώλειαν. Τὸ γὰρ, μετ' ἤχου, τοῦτο σημαίνει, ἐκ μεταφορᾶς τῶν ἀπό τινος σεισμοῦ συμπιπτουσῶν οἰκιῶν, καὶ πολὺν ἐργαζομένων τὸν κτύπον. Ὁ δέ γε ἡμέτερος, φησὶ, Θεὸς καὶ Δεσπότης αἰώνιον ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀνώλεθρον. «Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ· [θʹ] καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, κρινεῖ λαοὺς ἐν εὐθύτητι.» Οὐ γὰρ μόνον κατὰ τὸν παρόντα βίον τὴν οἰκείαν δύναμιν ἔδειξεν, ἀλλὰ κἀν τῷ μέλλοντι τὸ φρικῶδες αὑτοῦ δείξει κριτήριον, πᾶσιν ἀνθρώποις δικάζων, καὶ τὰ πρὸς ἀξίαν ἀπονέμων ἑκάστῳ. ιʹ. «Καὶ ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι, βοηθὸς ἐν εὐκαιρίαις, ἐν θλίψεσι.» Τὸ, ἐν εὐκαιρίαις ὁ μὲν Ἀκύλας εἰς καιρὸν, ὁ δὲ Σύμμαχος ἐπικαίρως ἡρμήνευσε. Διδάσκει δὲ ὁ λόγος, ὡς ἐν προσφόρῳ καιρῷ τὴν ἡμετέραν ἐπραγματεύσατο σωτηρίαν. Πένητα γὰρ τῶν ἀνθρώπων τὴν φύσιν ἀποκαλεῖ, διὰ τὴν πολλὴν τῆς παρανομίας πτωχείαν. Τούτου τοῦ καιροῦ τὸ ἐπιτήδειον ὁ μακάριος διδάσκει Παῦλος· «Ὅτε γὰρ ἦμεν, φησὶ, νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὑτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.» ιαʹ. «Καὶ ἐλπισάτωσαν ἐπὶ σοὶ οἱ γινώσκοντες τὸ ὄνομά σου, ὅτι οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.» Τὸ ἐλπισάτωσαν Ἀκύλας καὶ Σύμμαχος πεποιθήσουσιν εἶπον, ὁριστικῷ ἀντὶ προστακτικοῦ χρησάμενοι ῥήματι. Ταύτης γὰρ, φησὶ, τῆς σωτηρίας παρὰ σοῦ γενομένης, οἱ ποιητήν σε καὶ Θεὸν μεμαθηκότες εἰς σὲ ἕξουσι τὰς ἐλπίδας. ιβʹ. «Ψάλατε τῷ Κυρίῳ τῷ κατοικοῦντι ἐν Σιών.» Κατὰ τὴν πάλαι τῶν Ἰουδαίων δόξαν τοῦτο εἴρηκεν ὁ προφήτης· μεμαθήκαμεν δ' ὅμως ἐκ τῆς ἀποστολικῆς διδασκαλίας, καὶ ἐπουράνιον εἶναι Σιών. «Προσεληλύθατε γὰρ, φησὶ, Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.» —«Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα