Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.928
Not analysed yet
αὐτοῦ.» Τὰ ἐπιτηδεύματα ὁ Σύμμαχος μηχανὰς εἶπεν, ὁ δὲ Ἀκύλας ἐναλλαγάς. Τῷ ὄντι γὰρ ἐναλλαγὴ μεγίστη πραγμάτων ἐγένετο. Οἱ πάλαι ἐχθροὶ φίλοι, οἱ μακρὰν ἐγγὺς, οἱ δοῦλοι υἱοὶ, οἱ ἐν ἀγνοίᾳ ἐν γνώσει, ἐν φωτὶ οἱ ἐν σκότῳ, ἐν ἐλπίδι ζωῆς οἱ νεκροὶ, οἱ πτωχοὶ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν· Ἰουδαῖοι πόῤῥω, καὶ τὰ ἔθνη πλησίον· οἱ υἱοὶ κύνες, καὶ οἱ κύνες υἱοί· καὶ αἱ μηχαναὶ δὲ τοῦ Σωτῆρος θεοπρεπεῖς. Ἀθανασία γὰρ διὰ θνητότητος ἐδωρήθη, καὶ διὰ θανάτου ζωὴ, δι' ἀτιμίας τιμὴ, εὐλογία διὰ κατάρας, διὰ σταυροῦ σωτηρία. Ταῦτα τὰ μηχανήματα, ταῦτα τοῦ Θεοῦ ἡμῶν τὰ ἐπιτηδεύματα. ιγʹ. «Ὅτι ὁ ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη, οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων. «Ὁ πάντα, φησὶν, ἐφορῶν, καὶ ἀκριβῶς ἐκζητῶν τὰ γινόμενα, εἶδε τὰς τολμωμένας ὑπὸ τοῦ διαβόλου δι' ἀπάτης τῶν ἀνθρώπων σφαγὰς, καὶ εἰς ἐπικουρίαν τῶν ἀδικουμένων ἐλήλυθεν. Τοῦτο γὰρ σημαίνει, «Οὐκ ἐπελάθετο τῆς κραυγῆς τῶν πενήτων.» Κραυγὴν γὰρ ἐνταῦθα οὐ τὴν προσευχὴν λέγει καὶ δέησιν, ἀλλὰ τὴν διὰ τῆς ἁμαρτίας ἐπεισελθοῦσαν ταλαιπωρίαν, δι' ἣν καὶ θάνατοι ἄωροι, καὶ θρῆνοι, καὶ συμφοραί. ιδʹ. «Ἐλέησόν με, Κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου.» Τοιαύτη τις ἦν, φησὶν, ἡ τῶν ὀλοφύρσεων καὶ τῶν θρήνων γινομένη κραυγὴ, οἷόν τινα αἴτησιν ἔχουσα περὶ τῶν κατεχόντων δεινῶν. ιεʹ. «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου.» Τοῦτο, φησὶν, ἐστὶ τὸ τέλος τῶν ἀγαθῶν, ἡ τῆς φθορᾶς ἀπαλλαγὴ, καὶ τοῦ θανάτου κατάλυσις· ἧς ἀπολαύσαντες ἀεὶ τὰς σὰς εὐεργεσίας ὑμνήσομεν. «Ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιὼν ἀγαλλιασόμεθα ἐπὶ τῷ σωτηρίῳ σου.» Σιὼν καλεῖ τὴν ἐπουράνιον πόλιν, ὡς ὁ μακάριος Παῦλος ἐδίδαξε· πύλας δὲ ἐκείνης, τὰς ἁπανταχοῦ τῆς γῆς Ἐκκλησίας, δι' ὧν εἰς ἐκείνην εἰσῄεσαν οἱ πιστεύοντες. Ἐν ταύταις τοίνυν, φησὶν, ἀγαλλιώμενοι, καὶ χορεύοντες ἐπὶ ταῖς ἐλπίσι τῆς ἀναστάσεως, τὸν τούτων πρόξενον ἀνυμνήσομεν. Καὶ ἐπειδὴ τῆς τοῦ θανάτου καταλύσεως ἐμνημόνευσεν, εἰκότως ἐπήγαγεν· ιϛʹ, ιζʹ. «Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν, ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν.» Γινώσκεται Κύριος κρίματα ποιῶν· ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρτωλός.» Ἔθνη δὲ καὶ ἐνταῦθα προσαγορεύει