Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.929
Not analysed yet
τῶν δαιμόνων τὸ στίφος. Οὗτοι γὰρ τὸν σωτήριον σταυρὸν τεκτηνάμενοι, διὰ τούτου τῆς τυραννίδος ἐξέπεσαν· καὶ ἐν παγίδι ᾗ ἔκρυψαν συνελήφθη ὁ ποῦς αὐτῶν, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Εἰ δὲ καὶ ἐπὶ τῶν ἀπιστησάντων ἐθνῶν, καὶ τοὺς καλλινίκους ἀποστόλους καὶ μάρτυρας ἀνελόντων, τὰ προκείμενα ληφθείη ῥήματα, καὶ οὕτω τὸ ἀληθὲς τῆς προφητείας εὑρήσομεν. Διὰ γάρ τοι τῆς ἐκείνων σφαγῆς ἐβεβαιώθη τῆς εὐσεβείας τὸ κήρυγμα, καὶ πλείους ὧν ἐθήρευσαν ζῶντες ἀποθανόντες ἐζώγρησαν· καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν αὑτοῦ συνελήφθη ὁ ἁμαρτωλὸς, καὶ ἐγνώσθη Κύριος κρίματα ποιῶν, τουτέστι σοφῶς καὶ δικαίως οἰκονομῶν. ιηʹ, ιθʹ. «Ἀποστραφήτωσαν οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην, πάντα τὰ ἔθνη τὰ ἐπιλανθανόμενα τοῦ Θεοῦ. Ὅτι οὐκ εἰς τέλος ἐπιλησθήσεται ὁ πτωχὸς, ἡ ὑπομονὴ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.» Οὗτοι, φησὶν, οἱ τῷ θείῳ διαπιστήσαντες κηρύγματι τὸν ᾅδην ὅτι τάχιστα καταλήψονται, καὶ τῷ θανάτῳ παραδοθήσονται, οὐδὲ τὴν τυχοῦσαν βλάβην τοῖς ὑπ' αὐτῶν διωκομένοις ἐπαγαγόντες. «Ἡ ὑπομονὴ γὰρ τῶν πενήτων οὐκ ἀπολεῖται εἰς τὸν αἰῶνα.» Ὅτι «ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Καί· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.» Εἶτα πόῤῥωθεν προφητικοῖς ὀφθαλμοῖς θεασάμενος λεηλατουμένους ὑπὸ τῶν δυσσεβῶν τοὺς τῆς εὐσεβείας κήρυκας, εὐκτικῶς λέγει· κʹ, καʹ. «Ἀνάστηθι, Κύριε, μὴ κραταιούσθω ἄνθρωπος, κριθήτωσαν ἔθνη ἐνώπιόν σου. Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτοὺς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν.» Εἰκότως ἄν τις ἔροιτο Ἰουδαίους, ποῖον ἐνταῦθα δοθῆναι νομοθέτην ὁ προφήτης παρακαλεῖ; Μωσῆς μὲν γὰρ ὁ μέγας, πάλαι καὶ πρόπαλαι τῆς θείας νομοθεσίας γενόμενος ὑπουργὸς, τοῦ βίου τὸ τέλος ἐδέδεκτο· «Ἕτερος δὲ μετ' ἐκεῖνον οὐκ ἐγήγερται νομοθέτης.» Εἰ δὲ μηδεὶς ἕτερος δείκνυται, μήτε τοῖς Ἰουδαίοις, μήτε τοῖς ἔθνεσι, καταστὰς νομοθέτης, λείπεται νοεῖν τὸν Δεσπότην Χριστὸν ἀναφανῆναι νομοθέτην ἐθνῶν· ὃς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις βοᾷ· «Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ φονεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. Ἐῤῥέθη τοῖς ἀρχαίοις, Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.» Καὶ τὰ ἄλλα πάντα ὁμοίως. Τὴν τούτου τοίνυν νομοθεσίαν ὁ προφήτης ἀντιβολεῖ παρασχεθῆναι