Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.932
Not analysed yet
τοῖς ἔθνεσιν· ἵνα τὸν θηριώδη καταλιπόντες βίον· γνῶσιν ὅτι ἄνθρωποί εἰσιν. «Ἄνθρωπος γὰρ, φησὶν ὁ Προφήτης, ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» Διόπερ κἀνταῦθά φησι· «Γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν.» ΨΑΛΜΟΣ Ιʹ ΚΑΤΑ ΤΟΥΣ ΕΒΡΑΙΟΥΣ. αʹ, βʹ. «Ἵνα τί, Κύριε, ἀφέστηκας μακρόθεν; ὑπερορᾷς ἐν εὐκαιρίαις, ἐν θλίψεσιν; Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἀσεβῆ ἐμπυρίζεται ὁ πτωχὸς, συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.» Δοκεῖς πόῤῥωθεν ἑστάναι, Δέσποτα, καὶ μὴ ὁρᾷν τὰ ἀνθρώπεια, τοῖς ἀδικουμένοις οὐκ ἐπαμύνων· ὑπὸ δὲ τῆς ἀθυμίας, οἷόν τινος πυρὸς, οἱ ἀδικούμενοι κατατήκονται τῶν ἀδικούντων τὴν ἀλαζονείαν θεώμενοι. Σφόδρα δὲ προσφυῶς τὸ ἐμπυρίζεται ἐπὶ τῶν ἀθυμούντων τέθεικεν· ἐμπιπραμένοις γὰρ οἱ ἀθυμοῦντες ἐοίκασι, καὶ οἷόν τινα καπνὸν διὰ στόματος τὸν στεναγμὸν ἀναπέμπουσι. Βλάβη δὲ αὐτοῖς, φησὶν, ἀπὸ τῆς ἀθυμίας γενήσεται, λογισμοῖς οὐκ εὐπρεπέσι χρωμένοις, ἀλλὰ περὶ τῆς σῆς διχονοοῦσι προνοίας. Τοῦτο γὰρ σημαίνει τὸ, «συλλαμβάνονται ἐν διαβουλίοις οἷς διαλογίζονται.» Καὶ τὴν αἰτίαν διδάσκων ἐπήγαγεν· γʹ. «Ὅτι ἐπαινεῖται ὁ ἁμαρτωλὸς ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς αὑτοῦ, καὶ ὁ ἀδικῶν εὐλογεῖται.» Μύρια γὰρ δεινὰ δρῶντες, καὶ ἐπαίνους παρὰ τῶν κολάκων καρποῦνται. δʹ. «Παρώξυνε τὸν Κύριον ὁ ἁμαρτωλὸς κατὰ τὸ πλῆθος τῆς ὀργῆς αὑτοῦ.» Ἐνταῦθα ὑποστικτέον, εἶτα ἐπενεκτέον, «οὐκ ἐκζητήσει.» Ἀντὶ τοῦ, παρώξυνε τὸν Κύριον λέγων, «Οὐκ ἐκζητήσει.» Μανίᾳ γὰρ καὶ λύττῃ χρώμενος, ὡς οὐδενὸς ἐφορῶντος, εἰς πᾶσαν ἄττει παρανομίαν, οὐχ ἡγούμενος ἐκζητεῖν τὸν κριτὴν τὰ γινόμενα. Εἶτα τοῦτο σαφέστερον λέγει· εʹ. «Οὐκ ἔστιν ὁ Θεὸς ἐνώπιον αὐτοῦ.» [Ὁ ἄπιστος καὶ ὁ ἁμαρτωλὸς οὐδέποτε τίθεται πρὸ ὀφθαλμῶν αὑτοῦ τὸν Θεόν· ἀλλ' ἑκάστης ἡμέρας καὶ ἐν παντὶ καιρῷ μιαίνει καὶ ῥυποῖ τὰς ὁδοὺς αὑτοῦ, μὴ πιστεύων ὅτι ἔστι κρίσις.] Τί δὲ τούτου τὸ αἴτιον; «Βεβηλοῦνται αἱ ὁδοὶ αὐτοῦ ἐν παντὶ καιρῷ. Ἀνταναιρεῖται τὰ κρίματά σου ἀπὸ προσώπου αὐτοῦ.» Παντελῶς τῶν σῶν νόμων καταφρονεῖ· πάντα καιρὸν εἰς παρανομίαν δαπανᾷ. [Σμικρύνει γὰρ καὶ εὐτελίζει τὰς ἐντολὰς τοῦ Θεοῦ ὁ ἄπιστος.] «Πάντων τῶν ἐχθρῶν αὑτοῦ κατακυριεύσει.» Ἀλλ' ὅμως καὶ τοιαῦτα δρῶν κατευοδοῦται. Εἶτα τοῦ τύφου τὴν ὑπερβολὴν ζωγραφεῖ.