Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.933
Not analysed yet
ϛʹ. «Εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ.» Σαφέστερον τοῦτο ὁ Σύμμαχος ἡρμήνευσεν· «Οὐ περιτραπήσομαι εἰς γενεὰν καὶ γενεὰν, οὔτε ἔσομαι ἐν κακώσει.» Καὶ ταύτῃ κέχρηται τῇ θρασύτητι· καὶ ἡγεῖται μηδὲν δεινὸν ὑποστήσεσθαι πάντα μετιὼν τῆς κακίας τὰ εἴδη. ζʹ. «Οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει, καὶ πικρίας, καὶ δόλου· ὑπὸ τὴν γλῶσσαν αὐτοῦ κόπος, καὶ πόνος.» Δόλους γὰρ ῥάπτει, καὶ τυρεύει κακὰ, καὶ βίον ἔχει τὰς κατὰ τῶν πενήτων ἐπιβουλάς. [Κόπος ἀνόνητος καὶ πόνος ἀκερδής· δίχα τούτου τὴν γλῶσσαν οὐ κινεῖ καὶ σαλεύει.] ηʹ. «Ἐγκάθηται ἐν ἐνέδρᾳ μετὰ πλουσίων ἐν ἀποκρύφοις, τοῦ ἀποκτεῖναι ἀθῶον.» Καὶ ἐν συλλόγοις δὲ, καὶ ἐν συνεδρίοις καθήμενος, ἐνέδρας τινὰς καὶ μηχανὰς τοῖς ἀναιτίοις κατασκευάζει. [Οἱ πλουτοῦντες τῇ ἀσεβείᾳ διαπαντὸς τῇ εἰρωνείᾳ ζῶσιν· ἐνεδρεύουσι γὰρ τοὺς ἀκάκους· ἄλλως τε καὶ οἱ πλούσιοι ἐνεδρεύουσι τοὺς πένητας. Ὁ διάβολος λεληθότως γὰρ τὸν Χριστὸν ἐζήτησεν ἀποκτεῖναι· ἀθῶος γὰρ ταῖς χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ μόνος ὁ Θεός.] θʹ, ιʹ. «Οἱ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν πένητα ἀποβλέπουσιν· ἐνεδρεύει ἐν ἀποκρύφῳ, ὡς λέων ἐν τῇ μάνδρᾳ αὑτοῦ· ἐνεδρεύει τοῦ ἁρπάσαι πτωχὸν ἐν τῷ ἑλκῦσαι αὐτόν. Ἐν τῇ παγίδι αὑτοῦ ταπεινώσει αὐτόν.» Καθάπερ ὁ λέων τῇδε κἀκεῖσε μεταφέρει τὸ ὄμμα θήραν ἐπιζητῶν· οὕτως οὗτος νύκτωρ καὶ μεθ' ἡμέραν ἁρπαγῆς καὶ πλεονεξίας ἐπινοεῖ μηχανάς· ἀλλ' ὅμως «κύψει καὶ πεσεῖται.» [Ὡς ὁ λέων ἐν τῷ σπηλαίῳ ἀεὶ ἐνεδρεύει ἁρπάσαι, οὕτω καὶ ὁ διάβολος ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ὡς ἐν μάνδρᾳ ἐθήρευσε τὸν Χριστὸν, νομίσας αὐτὸν ψιλὸν ἄνθρωπον εἶναι.] «Ἐν τῷ αὐτὸν κατακυριεῦσαι τῶν πενήτων.» Ὅταν γὰρ πάντων περιγένηται, ἥκιστα διαφεύξεται τοῦ θανάτου τὸ στόμα· ἀλλὰ τοῖς ἄλλοις παραπλησίως τῷ τάφῳ παραδοθήσεται. [Ἐνόμισε οὖν ὁ ἐχθρὸς καὶ αὐτῶν τῶν ἀποστόλων κυριεύειν, ἀλλὰ καὶ τῶν μαρτύρων· ὅταν οὖν ἔδοξε πάντων κεκρατηκέναι, τότε συντριβεὶς ἔπεσε· τὸ γὰρ κύψει συντριβῆναι δηλοῦται.] ιαʹ. «Εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ τοῦ μὴ βλέπειν εἰς τέλος.» [Ταῦτα δὲ πάντα ὁ ἀσεβὴς κατὰ τῶν πενήτων τοῦ Θεοῦ διαπράττεται· ἑαυτὸν ἀπατῶν καὶ τοῖς ἑαυτοῦ λογισμοῖς μὴ εἶναι Θεὸν ἔφορον διανοούμενος. Εἶπε γοῦν ἐν τῇ καρδίᾳ αὑτοῦ, Ἐπιλέλησται ὁ Θεὸς, ἀπέστρεψε τὸ πρόσωπον αὑτοῦ, τοῦ μὴ ἐπιβλέπειν εἰς τέλος.] Καὶ οὐδὲν αὐτὸν ὀνήσει τὰ δυσσεβῆ ῥήματα, καὶ οἱ ἀθεότητος λογισμοί· ἀλλὰ δι' αὐτῶν γνώσεται τῶν πραγμάτων, ὡς ἐφορᾷ τὰ ἀνθρώπεια τῶν ὅλων ὁ πρύτανις. Ἐκ τῶν δυσσεβῶν