Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.936
Not analysed yet
τούτων ῥημάτων λίαν ἀνιαθεὶς ὁ Προφήτης, πάλιν εἰς εὐχὴν τὸν λόγον μεταβάλλει, λέγων, ιβʹ. «Ἀνάστηθι, Κύριε ὁ Θεός μου, ὑψωθήτω ἡ χείρ σου· μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος.» Ἐπειδὴ οἱ δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντες δι' ὧν πράττουσι λέγουσιν, ὡς ἐπιλέλησται ὁ Θεὸς, δίδαξον αὐτοὺς διὰ τῆς πείρας, ὡς οὐκ ἐπιλέλησαι, οὐδ' ἀποστρέφεις τὸ πρόσωπόν σου· ἀλλὰ τῶν ἀδικουμένων κηδεμονίαν ποιεῖς. Καὶ σφοδρότερον ἀχθεσθεὶς ταῖς ἐκείνων βλασφημίαις ἐπήγαγεν· ιγ. «Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὑτοῦ, Οὐκ ἐκζητήσει.» Ἀλλὰ κἂν μυριάκις ἐκεῖνος ταῦτα λογίσηται, σὺ βλέπεις· οὕτως γὰρ νοητέον. [Τουτέστιν, Ὅσον ἂν καταπίω τὸν ἄνθρωπον, οὐκ ἔστιν ὁ ἐκζητῶν αὐτὸν, φησὶν ὁ διάβολος.] ιδʹ. «Βλέπεις ὅτι σὺ πόνον καὶ θυμὸν κατανοεῖς, τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖράς σου.» Οὕτως γὰρ καὶ ὁ Σύμμαχος διέστειλεν· Ὁρᾷς ὅτι σὺ μόχθον καὶ παροργισμὸν ἐποπτεύεις. Καὶ ὁ Ἀκύλας· Εἶδες ὅτι σὺ πόνον καὶ παροργισμὸν ἐπιβλέπεις. Κἂν μυριάκις, φησὶν, εἴπωσιν οἱ δυσσεβείᾳ συζῶντες, ὅτι οὐκ ἐπιβλέπεις τὰ ἀνθρώπεια, ἡμεῖς ἴσμεν ὅτι βλέπεις καὶ ἐποπτεύεις τὰς τούτων παρανομίας, καὶ τὴν ἀξίαν αὐτοὺς εἰσπράττῃ ποινήν. Σοὶ (γὰρ) ἐγκαταλέλειπται ὁ πτωχὸς, ὀρφανῷ σὺ ἦσθα βοηθός. Διὰ τοῦτό σε ἱκετεύω. ιεʹ. «Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ, καὶ πονηροῦ.» Ἔσται δὲ τοῦτο, ἐὰν μόνον τὴν ἁμαρτίαν αὐτοῦ ζητῆσαι θελήσῃς. Εἰ γὰρ τοῦτο γένηται, παραυτίκα φροῦδος ἔσται, καὶ πανωλεθρίᾳ παραδοθήσεται· τοῦτο γὰρ ἐδήλωσεν εἰρηκώς· «Ζητηθήσεται ἡ ἁμαρτία αὐτοῦ, καὶ οὐ μὴ εὑρεθῇ·» δι' αὐτὴν μὲν τὴν ἁμαρτίαν· καὶ τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἐκζητηθήσεται ἡ ἀσέβεια αὐτοῦ, ἵνα μὴ εὑρεθῇ αὐτός. Ἐκείνης γὰρ ζητουμένης καὶ δεικνυμένης, οὗτος ἀπόλλυται. ιϛʹ. «Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἐπειδὴ γὰρ οἱ δυσσεβεῖς ἔλεγον, Οὐ ζητεῖ, οὐδὲ βλέπει, εἰκότως ὁ προφητικὸς