Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.937
Not analysed yet
λόγος διδάσκει ὅτι βασιλεύσει, καὶ οὐχ ἁπλῶς βασιλεύσει, ἀλλ' εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἴδιον δὲ βασιλέως προμηθεῖσθαι τῶν ἀρχομένων. «Ἀπολεῖσθε, ἔθνη, ἐκ τῆς γῆς αὐτοῦ,» τὰ παρανομίᾳ συζῶντα, τὰ τὸ σωτήριον μὴ δεξάμενα κήρυγμα. ιζʹ. «Τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε, τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν προσέσχε τὸ οὖς σου.» Τὴν δὲ ἑτοιμασίαν τὴν πρόθεσιν ὁ Σύμμαχος εἴρηκεν. Οἶδας, φησὶν, ἀκριβῶς τίνος ἐπιθυμοῦσιν οἱ πένητες, καὶ ποίαν πρόθεσιν ἔχουσιν. Εἶτα ταύτην διδάσκει σαφέστερον. ιηʹ. «Κρῖναι ὀρφανῷ καὶ ταπεινῷ.» Τούτου, φησὶν, ἐφίεται τῶν ἀδικουμένων ἕκαστος· «Ἵνα μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς.» Τῶν γὰρ ἀσεβείᾳ καὶ παρανομίᾳ χρωμένων κολαζομένων, ὄφελος ἔσται μέγιστον τῶν ἄλλων ἀνθρώπων εἰς τούτους ἀφορώντων, καὶ δρᾷν τὰ ὅμοια μὴ τολμώντων. Ταῦτα δὲ οὐχ ἁπλῶς ὁ προφήτης τῷ προκειμένῳ συνῆψε ψαλμῷ· ἀλλὰ πρῶτον μὲν δεῖξαι βουλόμενος ὅπως διέκειτο πάλαι τῶν ἀνθρώπων ἡ φύσις, καὶ ὅτι ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος εἰς καιρὸν ἐνανθρωπήσας κατάλληλα τοῖς τραύμασιν ἐπέθηκε φάρμακα. Πρὸς δέ γε τούτοις διδάσκει, ὡς τοὺς ὄνησιν οὐδεμίαν ἐκ τῆς εὐεργεσίας δέξασθαι βουληθέντας μείζοσι παραδόσει κολαστηρίοις ὁ τῶν ὅλων Θεὸς ἐν τῇ τῆς δευτέρας ἐπιφανείας ἡμέρᾳ. ΕΡΜΗΝ. ΤΟΥ Ιʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Τοῦτον τὸν ψαλμὸν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος ὁ θειότατος Δαβὶδ εἴρηκε πρὸς τοὺς παραινοῦντας αὐτῷ φυγῇ τὴν σωτηρίαν πορίσασθαι. Ἁρμόττει δὲ παντὶ ἀδικουμένῳ, καὶ τὴν εἰς Θεὸν ἐλπίδα κεκτημένῳ. Εἰς τὸ τέλος δὲ ἐπιγέγραπται, ἅτε δὴ πρόῤῥησιν περιέχων τῆς δικαίας τοῦ Θεοῦ κρίσεως, καὶ τῆς ἐπενεχθησομένης τοῖς παρανόμοις κολάσεως. βʹ. «Ἐπὶ τῷ Κυρίῳ πέποιθα· πῶς ἐρεῖτε τῇ ψυχῇ μου, Μεταναστεύου ἐπὶ τὰ ὄρη, ὡς στρουθίον;» Τί δήποτε, φησὶ, παραινεῖτέ μοι φυγεῖν, καὶ τὰ ὄρη περινοστεῖν, στρουθίου δίκην ἐπτοημένου, καὶ τὰς σκηνὰς τῇδε κἀκεῖσε μεταβαίνειν, βεβαίαν ἔχοντι τὴν εἰς Θεὸν ἐλπίδα, καὶ δι' ἐκείνην τοὺς δυσμενεῖς μὴ δειμαίνοντι; γʹ. «Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον·