Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.940
Not analysed yet
ἡτοίμασαν βέλη εἰς φαρέτραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ. Τινὲς καὶ ταῦτα συνῆψαν τοῖς εἰρημένοις στίχοις· ἀλλὰ τὰ ἐπιφερόμενα οὐκ ἐᾷ. Ἐπάγει γάρ· δʹ. «Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον.» Ἐντεῦθεν δὲ διδασκόμεθα, ὡς πρὸς τὸν Θεὸν ἔτρεψε τοὺς λόγους ὁ προφήτης, ἐντεύξει χρώμενος, καὶ διδάσκων ὡς εὐτρεπῆ τῶν πολεμίων, καὶ τὰ τόξα, καὶ τὰ βέλη, καὶ σκοπὸς αὐτοῖς οἷον ἐν σκοτομήνῃ τινὶ καὶ ἀσελήνῳ νυκτὶ, τοῖς λόχοις καὶ ταῖς ἐνέδραις χρήσασθαι καθ' ἡμῶν. Τὸ γὰρ τῆς ἐπιβουλῆς λαθραῖον καὶ κεκρυμμένον σκοτομήνην ἐκάλεσε· τοῦτο δὲ τὸ ὄνομα τὴν ἀσέληνον νύκτα δηλοῖ. Εὐθεῖς δὲ τῇ καρδίᾳ ὠνόμασεν, οὐ τὴν ἄκραν ἀρετὴν ἑαυτῇ μαρτυρῶν· ἀλλ' εἰδὼς ὅτι πρὸς βλάβην τοῦ Σαοὺλ οὐδὲν εἰργάσατο πώποτε, ἀλλ' εὐνοίᾳ πλείστῃ περὶ αὐτὸν χρησάμενος διετέλεσεν. «Ὅτι ἃ σὺ κατηρτίσω, αὐτοὶ καθεῖλον.» Οὐχ ἥρπασα, φησὶ, τὴν βασιλείαν, ἀλλὰ τὴν χειροτονίαν παρὰ τῆς σῆς χάριτος ἐδεξάμην. Ἐκεῖνοι δέ με καταλῦσαι πειρῶνται κατὰ τῆς σῆς ὁπλιζόμενοι ψήφου. «Ὁ δὲ δίκαιος τί ἐποίησε; [εʹ, ϛʹ.] Κύριος ἐν ναῷ ἁγίῳ αὑτοῦ, Κύριος ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπιβλέπουσι τὴν οἰκουμένην, τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων. Κύριος ἐξετάζει τὸν δίκαιον, καὶ τὸν ἀσεβῆ.» Ἐκεῖνοι μὲν οὖν τῇ κατ' ἐμοῦ κέχρηνται πονηρίᾳ· σὺ δὲ ὁ δίκαιος κριτὴς ἐγκαθήμενος τοῖς οὐρανίοις θώκοις, καὶ τὴν οἰκείαν ἐπιφάνειαν ἐν τῷ ναῷ τῷ ἐπὶ γῆς ποιούμενος, ἐποπτεύεις μὲν τὴν οἰκουμένην ἅπασαν, ἀρκεῖ δέ σοι μόνον τῶν ὀμμάτων τὰ βλέφαρα, τὰ ἀνθρώπεια πάντα καταμαθεῖν. Οἶσθα δὲ ἀκριβῶς καὶ ἀδίκων καὶ δικαίων τὰς πράξεις, καὶ ταλαντεύεις τοῖς ἔργοις τὰς ἀντιδόσεις. Ἰστέον δὲ, ὅτι καὶ ὀφθαλμοὺς, καὶ βλέφαρα, καὶ θρόνους, καὶ τἄλλα ὅσα τοιαῦτα, σωματικώτερον λέγει, ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων τοὺς ἀνθρώπους τὰ θεῖα διδάσκων, καὶ ταῖς θείαις ἐνεργείαις τῶν ἀνθρωπίνων μορίων τὰς προσηγορίας τιθείς. «Ὁ δὲ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.» Ὁ τὴν ψυχὴν ἀγαπῶν, τὴν ἀδικίαν μισεῖ· ὁ δὲ περὶ ἐκείνην εὖ διακείμενος, ὄλεθρον τῇ ψυχῇ μηχανᾶται· ἐπισπᾶται γὰρ τὴν θείαν ὀργὴν, περὶ ἧς ὁ προφητικὸς διέξεισι λόγος. ζʹ. «Ὅτι ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον, καὶ πνεῦμα καταιγίδος.» Ἀπὸ τῶν ἤδη περὶ τὰ Σόδομα γινομένων σχηματίζει τὰς τιμωρίας· καὶ γὰρ εἰς ἐκείνας τὰς πόλεις ἔβρεξε Κύριος παρὰ Κυρίου πῦρ καὶ θεῖον ἐκ τοῦ οὐρανοῦ. Ταῦτα τοίνυν κἀνταῦθα ἠπείλησεν· οὐχ ὡς πάντως ταῦτα ἐπάξων, ἀλλὰ διὰ τούτων τὰς παντοδαπὰς