Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.941
Not analysed yet
κολάσεις παραδηλῶν. «Ἡ μερὶς τοῦ ποτηρίου αὐτῶν.» Ταῦτα, φησὶν, ἑαυτοῖς ἀπεκλήρωσαν τὴν παρανομίαν ἑλόμενοι. Ποτήριον δὲ ἐνταῦθα τὴν τιμωρίαν ὀνομάζει. Οὕτω δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ, ὅτι «Ποτήριον ἐν χειρὶ Κυρίου οἴνου ἀκράτου πλῆρες κεράσματος·» καὶ μετ' ὀλίγον· «Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.» Τοῦτο τὸ ποτήριον ὁ μακάριος Ἱερεμίας τοῖς ἔθνεσι προσενεγκεῖν ἐκελεύσθη. ηʹ. «Ὅτι δίκαιος Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν· εὐθύτητας οἶδε τὸ πρόσωπον αὐτοῦ.» Ταῦτα, φησὶν, ἐπιφέρει τοῖς κακίᾳ συζῶσι τῶν ὅλων ὁ Κύριος· ἐπεὶ δικαιοσύνης ὑπάρχει πηγὴ, καὶ οἷόν τινι πηδαλίῳ τῇ εὐθύτητι χρώμενος ἰθύνει τὰ σύμπαντα. ΕΡΜΗΝ. ΤΟΥ ΙΑʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαβίδ.» Τῆς αὐτῆς ἔχεται καὶ οὗτος ὁ ψαλμὸς διανοίας. Διαβάλλει γὰρ τοὺς διπλόῃ κεχρημένους, καὶ φιλίαν μὲν ὑπισχνουμένους, προϊεμένους δὲ αὐτὸν τῷ πολεμίῳ Σαοὺλ, καὶ μηνύοντας ἔνθα διῆγεν. Ὑπὲρ δὲ τῆς ὀγδόης τὴν ἐπιγραφὴν ἔχει ἅτε δὴ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως μεμνημένος, ἣν μετὰ τὴν ἑβδόμην ποιήσεται, καθὰ προειρήκαμεν, ὁ δίκαιος κριτής. Διὰ τοῦτο καὶ εἰς τὸ τέλος προγέγραπται, ὡς χρόνοις ὕστερον τῆς προῤῥήσεως ἐσομένης. βʹ. «Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων.» Τῆς παρὰ σοῦ, Δέσποτα, σωτηρίας ἀπολαῦσαι παρακαλῶ. Ἐπειδὴ κινδυνεύει τῆς ἀληθείας ἀποσβεσθῆναι τὸ χρῆμα, πάντων, ὡς ἔπος εἰπεῖν, τὴν πρὸς ἀλλήλους ἀπιστίαν νενοσηκότων. Εἶτα διηγεῖται σαφέστερον τὰ τολμώμενα. γʹ. «Μάταια ἐλάλησεν ἕκαστος πρὸς τὸν πλησίον αὑτοῦ.» Ὑποκρίνονται φιλίαν, καὶ τὰ πολεμίων ἐργάζονται. «Χείλη δόλια ἐν καρδίᾳ καὶ ἐν καρδίᾳ ἐλάλησε κακά.» Μετὰ δόλου, φησὶν, ἀλλήλοις προσδιαλέγονται. Καὶ οὗτος τοῖς χείλεσι χρώμενος εἰς τὴν τοῦ πέλας καρδίαν τὰ ψευδῆ παραπέμπει· κἀκεῖνος πάλιν ὁμοίως ἀντιπέμπει τὰ ὅμοια. Ἐντεῦθεν λοιπὸν αὐτοῖς ἀπειλεῖ τιμωρίαν. δʹ. «Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα.» Τί δὲ τῆς μεγαλοῤῥημοσύνης τὸ εἶδος;