Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.944
Not analysed yet
εʹ. «Τοὺς εἰπόντας, Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστιν;» Οὐκ ἀνέχονται, φησὶ, μετρῆσαι τῇ φύσει τοὺς λόγους, οὐδὲ εἰς τοὺς θείους ἀποβλέπειν ἐθέλουσι νόμους, ἀλλ' ἀθυρώτοις στόμασι κεχρημένοι, μετ' ἀδείας ὅπερ βούλονται φθέγγονται, τῆς θείας μακροθυμίας καταφρονοῦντες, καὶ μηδὲ τελεῖν ὑπὸ τὴν τοῦ Θεοῦ δεσποτείαν νομίζοντες. Τοιοῦτος ἦν ὁ Φαραώ· διόπερ καὶ ἔλεγεν· «Οὐκ οἶδα τὸν Κύριον.» Τοιοῦτος ἦν ὁ Ῥαψάκης, λέγειν τολμῶν· «Μή σε ἀπατάτω ὁ Θεός σου, ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου.» Τοιοῦτος Ναβουχοδονόσωρ τοὺς γενναίους ἐκείνους δεδιττόμενος παῖδας, καὶ λέγειν οὐ φρίττων, «Τίς ὁ Θεὸς ὃς ἐξελεῖται ὑμᾶς ἐκ τῶν χειρῶν μου;» Ἀλλ' ὅμως κἀκεῖνοι ποινὴν ἔδοσαν ὧν ἐτόλμησαν, καὶ οὗτοι περὶ ὧν ὁ προφητικὸς διέξεισι λόγος τὰς ἀξίας τίσουσι δίκας· καὶ τοῦτο σημαίνων ἐπήγαγεν· ϛʹ. «Ἕνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν, καὶ τοῦ στεναγμοῦ τῶν πενήτων, νῦν ἀναστήσομαι, λέγει Κύριος· θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ.» Οὐ περιόψομαι γὰρ αὐτοὺς ὀλοφυρομένους, καὶ στένοντας διὰ τὴν εἰς αὐτοὺς τολμωμένην παρανομίαν· ἀλλὰ τὴν μακροθυμίαν καθάπερ τινὰ ὕπνον ἀποσεισάμενος, περιφανῆ καὶ λαμπρὰν αὐτῶν τὴν σωτηρίαν ποιήσομαι. Οὕτω γὰρ ὁ Σύμμαχος ἡρμήνευσε, «Τάξω σωτήριον ἐμφανές.» Καὶ διδάσκων ὡς ἀληθῶς ἔσται τὰ εἰρημένα, προστέθεικε· ζʹ. «Τὰ λόγια Κυρίου λόγια ἁγνὰ, ἀργύριον πεπυρωμένον, δοκίμιον ἐν τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως.» Τὸ ἑπταπλασίως ἀντὶ τοῦ πολλαπλασίως τέθεικε· τοῦτο γὰρ σύνηθες τῇ θείᾳ Γραφῇ. ηʹ. «Σὺ, Κύριε, φυλάξεις ἡμᾶς, καὶ διατηρήσεις ἡμᾶς ἀπὸ τῆς γενεᾶς ταύτης, καὶ εἰς τὸν αἰῶνα.» Ὑπὸ γὰρ τῆς σῆς φρουρούμενοι χάριτος οὐ μόνον τῆς παρούσης γενεᾶς τὰς πάγας διαφευξόμεθα, ἀλλὰ καὶ τῆς αἰωνίου σωτηρίας τευξόμεθα. θʹ. «Κύκλῳ οἱ ἀσεβεῖς περιπατοῦσι, κατὰ τὸ ὕψος σου ἐπολυώρησας τοὺς υἱοὺς τῶν ἀνθρώπων.» Οἱ μὲν οὖν δυσσεβείᾳ συζῶντες, τὴν θείαν καταλιπόντες ὁδὸν, τῇδε κἀκεῖσε περιπλανῶνται, κυκλοῦν καὶ οἱονεὶ πολιορκεῖν τοὺς ἐπιεικεστέρους πειρώμενοι. Σὺ δὲ ἀπὸ τοῦ τῆς φύσεως ὕψους φαινόμενος τῆς σῆς ἀξιοῖς κηδεμονίας τοὺς ὑπ' ἐκείνων πολεμουμένους, νῦν μὲν ψυχαγωγῶν ἐν ταῖς θλίψεσι, μετὰ βραχὺ δὲ τελείαν τὴν σωτηρίαν δωρούμενος.