Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.945
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΙΒʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Καὶ τοῦτον εἰς ἑαυτὸν ἤνεγκεν τὸν ψαλμὸν ὁ μέγας Δαβὶδ, οὐ μὴν ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, ἀλλ' ὑπὸ τοῦ Ἀβεσσαλὼμ πολεμούμενος. Τὰ μὲν γὰρ κατὰ τὸν Σαοὺλ πρὸ τῆς ἁμαρτίας ἦν, καὶ διὰ τοῦτο μετὰ πολλῆς ἐλέγετο παῤῥησίας. Τὰ δέ γε κατὰ τὸν Ἀβεσσαλὼμ μετὰ τὴν ἁμαρτίαν· διὰ τοῦτο κλαυθμὸς καὶ στεναγμὸς τοῖς λόγοις ἐγκέκραται. «Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος;» Τὴν ἀναβολὴν τῆς βοηθείας ἐπιλησμονὴν προσηγόρευσε. Παρακαλεῖ δὲ μὴ εἰς τέλος ἐπιλησθῆναι· τουτέστι μὴ παντελῶς τῆς θείας γυμνωθῆναι προνοίας. «Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;» Ἐκ μεταφορᾶς τῶν ὀργιζομένων, καὶ τοὺς προσκεκρουκότας ὁρᾷν οὐ βουλομένων, τέθεικε τουτὶ τὸ ῥητόν. Διὸ μετ' ὀλίγα λέγει· «Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με,» οὔτε πρόσωπον νοῶν τὸ πρόσωπον, οὔτε ἀποστροφὴν τὴν ἀποστροφήν· ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων πάλιν σχηματίζει τὸν λόγον. βʹ. «Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου ἡμέρας καὶ νυκτός;» Νύκτωρ καὶ μεθ' ἡμέραν τρυχόμενος διατελῶ, καὶ τοὺς λογισμοὺς στρέφων τε καὶ ἀνελίττων, ποτὲ μὲν ἀπολαύσεσθαι φιλανθρωπίας ἐλπίζω, ποτὲ δὲ ἀμφιβάλλω εἰ τεύξομαι· ἄλλοτε δὲ ἀπαγορεύω τὰς χρηστοτέρας ἐλπίδας. γʹ. «Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ' ἐμέ;» Ταῦτα καὶ ἡμῖν ἁρμόττει λέγειν ὑπὸ τοῦ διαβόλου πολεμουμένοις, καὶ τὴν θείαν ἀεὶ συμμαχίαν καλεῖν. Καὶ γὰρ ὁ θειότατος Δαβὶδ ἠνιᾶτο τοὺς πολεμίους ἐπικρατεστέρους ὁρῶν. δʹ. «Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε ὁ Θεός μου, φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον.» Τῇ νυκτὶ τῶν συμφορῶν περιεχόμενος, οἷόν τινι ὕπνῳ τῇ ἀθυμίᾳ κατέχομαι. Εἰ δὲ φανείη τῆς σῆς ἐπικουρίας τὸ φῶς, καὶ τὴν νύκτα σκεδάσει τῶν συμφορῶν, καὶ τὸν ὕπνον παύσει τῆς ἀθυμίας. Εἰ δὲ ἀναβάλλοις τὴν βοήθειαν, δέδια μὴ εἰς θάνατον ὁ ὕπνος μεταπέσῃ, ἰσχυροτέρας τῆς λύπης γενομένης τῶν λογισμῶν. εʹ. «Μή ποτε εἴπῃ ὁ ἐχθρός μου, Ἴσχυσα πρὸς αὐτόν. Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ.» Μή με τοῖς δυσμενέσιν ἀποφήνῃς ἐπίχαρτον· πάντων γάρ μοι τῶν ἀνιαρῶν ἀνιαρώτατον τοῦτο. ϛʹ. «Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα.» Καὶ ἐντεῦθεν δῆλον, ὡς μετὰ τὴν ἁμαρτίαν τοῦτον εἴρηκε τὸν ψαλμόν. Οὐ γὰρ δικαιοσύνῃ, ἀλλ' ἐλέῳ