Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.948
Not analysed yet
θαῤῥεῖ, καὶ τούτῳ πεποιθέναι φησίν. «Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου.» Νῦν μὲν τὰς ἐλπίδας εἰς τὸν ἔλεον ἔχω· τῆς δὲ σωτηρίας ἀπολαύσας, καὶ τῆς ἀθυμίας ἀπαλλαγήσομαι, καὶ μετὰ θυμηδίας ἁπάσης τὴν ὑμνῳδίαν ποιήσομαι. Τοῦτο γὰρ ἐπήγαγεν· «ᾌσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψίστου.» Εἰ γὰρ καὶ τὴν ἄῤῥητον οὐκ ἐπίσταμαι φύσιν, ἀλλ' οὖν ἀπόχρη μοι τὸ ὄνομά σου εἰς τὸ προσκυνεῖν καὶ ὑμνεῖν, καὶ πᾶσαν δικαίαν ἐπικουρίαν αἰτεῖν. Πιστεύω γὰρ ὡς τεύξομαι καὶ τοῦτο μόνον καλῶν. ΕΡΜΗΝ. ΤΟΥ ΙΓʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος ἡμᾶς ὁ ψαλμὸς εἰς τὸ τέλος παραπέμπει, ἐπειδὴ περὶ μελλόντων προαγορεύει. Ἡ δὲ ὑπόθεσίς ἐστιν αὕτη. Ἐπεστράτευσε Σενναχηρεὶμ τῶν Ἀσσυρίων ὁ βασιλεὺς τῇ Ἰουδαίᾳ ποτὲ, καὶ πολλὰς πόλεις εἷλε, τὰς μὲν ὁμολογίᾳ, τὰς δὲ πολιορκίᾳ. Ἐλπίσας δὲ καὶ τῆς Ἱερουσαλὴμ περιέσεσθαι, ἀπέστειλε Ῥαψάκην πρὸς Ἐζεκίαν τὸν τηνικαῦτα κρατοῦντα τῶν Ἰουδαίων, βλασφήμοις κατὰ τοῦ Θεοῦ καὶ δυσσεβέσι χρώμενον λόγοις. «Εἴπατε γὰρ, ἔλεγεν, Ἐζεκίᾳ· Μή σε ἀπατάτω ὁ Θεός σου, ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου. Ποῦ ὁ θεὸς Ἐμὰθ καὶ Ἀρφάδ; Καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Σεφαρείμ; μὴ ἠδυνήθησαν ῥύσασθαι ἐκ χειρός μου, ὅτι ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου;» Ἀλλ' ἐκεῖνος μὲν ταῦτα. Ὁ δὲ Ἐζεκίας, καὶ τῆς μεγίστης αὐτοῦ στρατείας, καὶ τῆς τῶν λόγων μανίας καταφρονήσας, τῇ οἰκείᾳ χρώμενος εὐσεβείᾳ, τὴν θείαν ἐπεκαλέσατο συμμαχίαν, καὶ παραυτίκα ταύτης ἀπήλαυσεν. Ὁ γὰρ δίκαιος κριτὴς κἀκείνου τὴν ἀσέβειαν βδελυξάμενος, καὶ τούτου τὴν εὐσέβειαν ἀποδεξάμενος, δι' ἑνὸς ἀγγέλου ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας τῶν Ἀσσυρίων ἀνεῖλε· τοὺς δὲ ἄλλους ἔτρεψεν εἰς φυγὴν, καὶ τοῖς πολιορκουμένοις τὴν παράδοξον σωτηρίαν ἐπόρισεν. «Εἶπεν ἄφρων ἐν καρδίᾳ αὑτοῦ· Οὐκ ἔστι Θεός.» Σφόδρα τοῖς τοῦ Σενναχηρεὶμ καὶ τοῦ Ῥαψάκου λόγοις συμβαίνει τοῦ ψαλμοῦ τὸ προοίμιον. [Ἐκεῖνοι γὰρ ὡς μὴ ὄντος τοῦ Θεοῦ προϊσταμένου τῆς Ἰουδαίας, ἀπατᾶσθαι ἔλεγον τὸν Ἐζεκίαν. Ἦν δὲ τοῖς ἀμφὶ τὸν Σενναχηρεὶμ καὶ τὰ ἐπιτηδεύματα διεφθαρμένα, ἤγουν ὁ βίος καὶ ἡ πολιτεία, ὡς μηδὲ τὸν Θεὸν εὑρεῖν ἐν αὐτοῖς ἕνα γοῦν τῆς ἀρετῆς ἐπιμελούμενον. Πάντα γὰρ εἰς φαυλότητα ἐξέκλιναν. Τί δέ; Οὐκ ἔργοις