Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.949
Not analysed yet
αὐτοῖς οὗτοι γνώσονται τὴν τοῦ Θεοῦ δύναμιν, οἱ τὸν λαὸν αὐτοῦ ἀντὶ ἄρτου δαπανῶντες καὶ κατεσθίοντες; Καὶ πάντες γνωρίσουσιν ἀπὸ τῶν πραγμάτων τὸν πολεμοῦντα αὐτοῖς· κἀκεῖθεν ὁ φόβος αὐτοῖς ἐλεύσεται, ὅθεν οὐ προσεδόκησαν. Ποῦ γὰρ ἂν ᾠήθησαν ὅτι ὑπὸ ἀγγέλου ἀναιρεθήσονται; ὅτι ὁ Θεὸς κήδεται τῶν Ἰουδαίων; καὶ οἱ μυκτηρίσαντες τὴν βουλὴν τοῦ πτωχοῦ καὶ ταπεινόφρονος Ἐζεκίου, Θεῷ μᾶλλον ἢ ὅπλοις θαῤῥήσαντος, νοήσουσιν, ὅτι ὁ ἑαυτὸν τοῦ Θεοῦ ἀναρτήσας τὴν μὴ καταισχύνουσαν ἐλπίδα ἐκτήσατο. Τίς γὰρ ἄλλος ἢ ὁ Θεὸς καὶ τοὺς ἀπομείναντας ἐν τῇ Σιὼν σώσει, καὶ τὰς ἤδη αἰχμαλωτισθείσας φυλὰς ἐπαναγάγῃ, ὥστε κοινὴν εὐφροσύνην γενέσθαι ταῖς δώδεκα φυλαῖς, ὧν ῥίζα καὶ ἀρχὴ ὁ πατριάρχης Ἰακὼβ ἐχρημάτισεν, ὁ καὶ Ἰσραὴλ μετονομασθείς; Ὥστε ἀπ' αὐτοῦ καὶ ταύτας Ἰακὼβ καὶ Ἰσραὴλ ὀνομάζεσθαι. Καὶ ταῦτα μὲν ὅσον πρὸς ἱστορίαν, τὴν δὲ ἀναγωγὴν ἰσχνοτέραν ἐξετάσωμεν.] «Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασιν, οὐκ ἔστι ποιῶν χρηστότητα.» Ὑποβάθρα, φησὶ, καὶ ῥίζα τῆς ἀσεβείας ἡ τοῦ βίου διαφθορά. Εἰς ἀκολασίαν γὰρ σφᾶς αὐτοὺς καὶ θηριώδη βίον ἐκδεδωκότες, τοῦ Θεοῦ τὴν μνήμην τῆς διανοίας ἐξέβαλον· ἠκολούθησαν δὲ τῇ τοῦ ἡγουμένου παραπληξίᾳ καὶ οἱ ὑπήκοοι. [Οἱ μὲν πάντη τὸ Θεῖον ἀρνησάμενοι, καὶ μηδὲ τὴν ἀρχὴν εἶναι Θεὸν ἀποφηνάμενοι, ὑπόκενον δὲ εἶναι τοὔνομα, καὶ κατὰ μηδεμιᾶς οὐσίας ὑποκείμενον τεταγμένον. Οἱ δὲ, τοὺς μὴ ὄντας ὡς ὄντας θεοὺς ἀναγορεύσαντες, καὶ τὸν μόνον ὄντα παρωσάμενοι· οἱ δὲ εἶναι μὲν τῷ λόγῳ ὑποστησάμενοι, μὴ μὴν δὲ προνοεῖν τῶν ἐπὶ γῆς, μηδὲ ἐφορᾷν τὰ ἀνθρώπινα παραδεδειγμένοι. Ἀθρόως δὴ οὖν οἱ πάντες εἰς ἕνα λόγον ἀρνησίθεον περιετράπησαν, μὴ εἶναι Θεὸν διανοηθέντες· ἐπεὶ δὲ μὴ ἐτόλμων διὰ στόματος τοῦτο φάσκειν· ἐνῆγε γὰρ τοὺς πάντας τὰ φυσικὰ σπέρματα καὶ οἱ περὶ τοῦ Θεοῦ φυσικοὶ λογισμοὶ ἐπὶ τὴν ὁμολογίαν τῆς τοῦ Θεοῦ γνώσεως· διὸ χείλεσι μὲν οὐκ ἐτόλμων ἀρνεῖσθαι, ἀλλ' εἰδέναι προσεποιοῦντο οὐ μόνον ἕνα, ἀλλὰ καὶ μυρίους θεούς. Τῇ γε μὴν καρδίᾳ ἑαυτοὺς ἔπειθον ἀφραίνοντες ἀληθῶς καὶ μωραίνοντες, ὅτι μὴ ἔστιν ἐν τῷ παντὶ Θεός· ἔλεγχος δὲ ἦν τοῦ ἀθέου αὐτῶν λογισμοῦ τὰ ὑπ' αὐτῶν δρώμενα· ἀπὸ γὰρ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκεται. Ὅτε τοίνυν ταῖς πράξεσιν αὐταῖς καὶ τῷ λοιπῷ βίῳ πᾶσαν αὐτῶν τὴν ψυχὴν διέφθειραν αὐτῷ σώματι, εἰς πᾶσαν ἐκδεδομένοι φθορὰν, ὡς καὶ ἄῤῥενας ἄῤῥεσιν ἐπιμαίνεσθαι, καὶ πάσαις ἀθεμιτουργίαις καὶ ἀῤῥητοποιΐαις καταφθείρειν ἑαυτούς· βδελυκτούς τε εἶναι δι' αὐτά· πῶς οὐκ ἂν εἰσὶν πρόδηλοι, ὅτι κἂν μυρίους ἐπιγράφωνται θεοὺς τῷ λόγῳ· κἂν αὐτοὶ