Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.952
Not analysed yet
εἰδέναι καὶ ὁμολογεῖν τὸν ἐπὶ πάντων Θεὸν τοῖς χείλεσι φάσκοιεν· ἀλλ' ἐν τῇ καρδίᾳ ἑαυτῶν, τουτέστιν ἐν τῇ διανοίᾳ, οὐδὲ μία τις ἀληθὴς περὶ Θεοῦ ὑπῆρχεν ἔννοια; Τοιοῦτος μὲν οὖν ἐτύγχανε πᾶς ὁ πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας βίος. Ἄφρων δὲ ἀληθέστατα καὶ φυσικώτατα ὁ ἀρνησίθεος ὠνόμασται. Εἰ γὰρ σοφίας ἀρχὴ φόβος Θεοῦ, ἀφοβία καὶ ἀθέτησις τοὐναντίον ἂν γένοιτο τῆς σοφίας.] βʹ, γʹ. «Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ἐκείνων μέντοι τοιαῦτα καὶ δρώντων καὶ λεγόντων, οὐ περιεῖδεν ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν· ἀλλ' ἐξέτασιν ἀκριβῆ καὶ αὐτῶν τῶν λογισμῶν ποιησάμενος, εἶδεν ἅπαντας κατὰ ταὐτὸν τῇ δυσσεβείᾳ καὶ τῇ τοῦ βίου παρανομίᾳ κατεχομένους. Ἔοικε τοῦτο τοῖς πρὸς τὸν Ἀβραὰμ εἰρημένοις· «Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα· καταβὰς οὖν ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται.» δʹ, εʹ. «Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου; Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο. Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος.» Οὐκ ἠβουλήθητε, φησὶν, οἱ κατεσθίοντες συνιδεῖν τόδε· δι' αὐτῆς οὖν μαθήσεσθε τῶν πραγμάτων τῆς πείρας, ὡς οὐκ ἔσται ὑμῖν εὐάλωτος ὁ ἐμὸς λαὸς, οὐδὲ καθάπερ ἄρτον τινὰ ἐσθιόμενον δαπανήσετε αὐτὸν, τῆς ἐμῆς προμηθείας καταφρονοῦντες. Τοῦτο γὰρ λέγει· «Τὸν Κύριον οὐκ ἐπεκαλέσαντο.» Οὗ χάριν, οἱ ἀδεῶς φθεγγόμενοι, καὶ μηδένα δειμαίνοντες, φόβῳ καὶ δειλίᾳ περιπεσεῖσθε, καὶ εἰς φυγὴν τραπήσεσθε, μηδενὸς τῶν ἀνθρώπων δεδιττομένου τε καὶ διώκοντος. Τοῦτο γὰρ δηλοῖ τό· «Ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος.» Τὸ δέ· «Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν,» καθ' ὑπόκρισιν ἀναγνωστέον. Τὸ δέ· «Ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν Θεὸν,» ἀνθρωπίνως ἐσχημάτισε, δεικνὺς ὡς οὐρανόθεν Ἀσσυρίοις τὴν τιμωρίαν κατέπεμψε. Δῆλον