Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.953
Not analysed yet
γὰρ ὡς πανταχοῦ πάρεστιν ὁ τῶν ὅλων Θεὸς, καὶ κατέχει τὸν γύρον τῆς γῆς, καὶ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας, κατὰ τὴν τοῦ προφήτου φωνήν. ϛʹ. «Ὅτι ὁ Θεὸς ἐν γενεᾷ δικαίων, βουλὴν πτωχοῦ κατῃσχύνατε· ὁ δὲ Κύριος ἐλπὶς αὐτοῦ ἐστι.» Ταῦτα δὲ ποιεῖ τῶν ὅλων ὁ Κύριος διὰ τὴν τοῦ Ἐζεκίου ἀρετὴν, καὶ τὴν εὐσεβῶς ὑπ' ἐκείνου ποιμαινομένην γενεάν· οὗ ὡς εὐτελοῦς ὑμεῖς οἱ δυσσεβεῖς καταφρονήσαντες, ἐκωμῳδήσατε τὴν εἰς ἐμὲ βεβαίαν πεποίθησιν. Ταύτην γὰρ ἐκάλεσε βουλὴν, ἀντὶ τοῦ σκοποῦ. Ἐκεῖνος μέντοι καθάπερ ἄγκυραν ἱερὰν τὴν ἐμὴν κατέσχεν ἐλπίδα, καὶ μὴν δὴ καὶ τετύχηκε τῆς σωτηρίας ὡς ἤλπισε. Τοῦτο γὰρ καὶ ἐπήγαγεν· ζʹ. «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» Τοῦτο δὲ διπλῆν ἔχει τὴν προφητείαν. Οὐ γὰρ μόνον τὴν τηνικάδε γενομένην τοῖς πολιορκηθεῖσι προαγορεύει σωτηρίαν, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις τοῦ Σωτῆρος ἡμῶν γενομένην ἐκεῖθεν σωτήριον ἐπιφάνειαν· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὑτοῦ, ἀγαλλιάσεται Ἰακὼβ, καὶ εὐφρανθήσεται Ἰσραήλ.» Ἐπειδὴ γὰρ αἱ δέκα φυλαὶ ἤδη ἦσαν ἐξηνδραποδισμέναι, καὶ μέντοι καὶ τῆς Ἰουδαίας πόλεις συχναὶ, ἐπεύχεται κἀκείνους τῆς αὐτῆς τε σωτηρίας τυχεῖν, καὶ τὴν ἐλευθερίαν ἀπολαβεῖν. Τηνικαῦτα ἔσται, φησὶ, μείζων ἡ εὐφροσύνη τῷ διπλῆν ἔχοντι τὴν προσηγορίαν λαῷ. Οὐ μόνον γὰρ Ἰακὼβ, ἀλλὰ καὶ Ἰσραὴλ ὠνομάζοντο, καὶ τῆς ὑπὸ τοῦ Θεοῦ τῷ προπάτορι τεθείσης ὀνομασίας κληρονομήσαντες. ΕΡΜΗΝ. ΤΟΥ ΙΔʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Ἐπειδὴ καὶ τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσι προεθέσπισε τὴν σωτηρίαν ὁ πρὸ τούτου ψαλμὸς, καὶ τοῖς δορυαλώτοις ἤδη γεγενημένοις προηγόρευσε τὴν ἀνάκλησιν, εἰκότως ἐν τῷδε τῷ ψαλμῷ παραίνεσιν εἰσφέρει, καὶ ὑποτίθεται βίον καθ' ὃν προσῆκον ἦν πολιτεύεσθαι τοὺς ὑπὸ Θεῷ τεταγμένους, καὶ τοσαύτης ῥοπῆς ἀπολαύοντας, καὶ σχηματίζει τὸν λόγον εἰς ἐρώτησιν καὶ ἀπόκρισιν· «Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; καὶ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;» Τίς ἄξιος, ὦ Δέσποτα, τῷ σῷ νεῷ προς-