Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.956
Not analysed yet
εδρεύειν, καὶ ἐν τῇ πόλει βιοτεύειν τῇ σῇ; ὁποῖον εἶναι τοῦτον προσήκει; ποίοις ἐπιτηδεύμασι κεχρημένον; Σκήνωμα γὰρ τὸν τοῦ Θεοῦ προσαγορεύει ναόν· ὄρος δὲ ἅγιον, τὴν Ἱερουσαλήμ. Οὕτω πυθόμενος δέχεται τὴν ἀπόκρισιν· βʹ. «Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην.» Δεῖ, φησὶ, τὸν τοιοῦτον ἀπηλλάχθαι κακίας, καὶ μώμου παντὸς ἐλεύθερον εἶναι, πᾶσαν δὲ ἀρετὴν ἐπιμελῶς μετιέναι. Τὴν γὰρ δικαιοσύνην ἐνταῦθα τὴν τελείαν ἀρετὴν ὀνομάζει· ἀμέλει ταύτης τὰ εἴδη διέξεισι. γʹ. «Λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὑτοῦ· ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὑτοῦ, καὶ οὐκ ἐποίησε τῷ πλησίον αὑτοῦ κακόν.» Χρὴ γὰρ αὐτὸν ψεύδους μὲν ἐλευθέραν ἔχειν μὴ μόνον τὴν γλῶτταν, ἀλλὰ καὶ αὐτὴν τὴν διάνοιαν· δόλου δὲ καὶ διπλόης παντελῶς ἀπηλλάχθαι· ὥστε μηδεμίαν παρ' αὐτοῦ βλάβην εἰς τὸν πέλας χωρεῖν. Μάλα δὲ ἀκολούθως καρδίας ἐμνημόνευσε πρῶτον, εἶτα γλώττης, καὶ τότε τῆς πράξεως· ἔργου γὰρ ἡγεῖται λόγος, λόγου δὲ ὁ νοῦς. «Καὶ ὀνειδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοῖς ἔγγιστα αὐτοῦ.» Εἰ δὲ καί τινι συμφορᾷ τινες περιπέσοιεν, ἐπικερτομεῖν οὐ δεῖ καὶ ἐπεμβαίνειν, ἀλλὰ μᾶλλον κοινωνεῖν τῆς ἀθυμίας, κατὰ τὸν ἀποστολικὸν νόμον, τὸν παρεγγυῶντα κλαίειν μετὰ κλαιόντων. δʹ. «Ἐξουδένωται ἐνώπιον αὐτοῦ πᾶς πονηρευόμενος.» Εἰ δέ τις τὸν παράνομον ἕλοιτο βίον, τοῦτον ἡγείσθω τρισάθλιον, κἂν ἐξ οὐρίων φέρηται τὴν ἄκραν ἔχων εὐημερίαν. Ἐπειδὴ γὰρ τὸ ὀνειδίζειν ἐξέβαλεν, εἰκότως τοῦτο προστέθεικεν, ἀγαθῶν ἀνδρῶν καὶ κακῶν διδάσκων διαφοράν· «Τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει.» Ἅπαντας δὲ τοὺς περὶ πολλοῦ τὰ θεῖα ποιουμένους σέβειν ὅσιον, καὶ πάσης ἀξιοῦν αἰδοῦς καὶ τιμῆς. «Ὁ ὀμνύων τῷ πλησίον αὑτοῦ, καὶ οὐκ ἀθετῶν. [εʹ.] Τὸ ἀργύριον αὑτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ, καὶ δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβε.» Τοὺς μὲν ὅρκους ἡ ἀλήθεια βεβαιούτω, καὶ τὴν εὐπορίαν ἡ πλεονεξία μὴ μολυνέτω. Εἶδος δὲ ταύτης ὁ τόκος. Ἀδωρότατος δὲ ἔστω δικάζων, καὶ καθαρὰν δώρων ἐκφερέτω τὴν ψῆφον. Ἡ γὰρ δωροδοκία διαφθείρει τὸ δίκαιον. «Ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα.» Ταύτης δὲ ἆθλον τῆς ἀρετῆς τὸ τῆς θείας ἐπικουρίας διηνεκῶς ἀπολαύειν, καὶ ἐν πολλοῖς ἀγαθοῖς διαμένειν, καὶ τὴν αἰώνιον προσμένειν ζωήν. Ταῦτα οὐχ ἧττον ἡμῖν ἢ τοῖς πάλαι ἁρμόττει· ἐπειδὴ πρὸς τῇ παλαιᾷ καὶ τὴν καινὴν νομοθεσίαν δεδέγμεθα, καὶ μείζονος χάριτος τετυχήκαμεν, ΕΡΜΗΝ. ΤΟΥ ΙΕʹ ΨΑΛΜΟΥ. αʹ. «Στηλογραφία, τῷ Δαβίδ.» Ἐνταῦθα προαγορεύει τοῦ Δεσπότου τὸ πάθος καὶ τὴν ἀνάστασιν,