Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.957
Not analysed yet
καὶ τῶν εἰς αὐτὸν πεπιστευκότων τὴν σωτηρίαν. Δηλοῖ δὲ ἡ ἐπιγραφὴ πρὸς τῷ θανάτῳ καὶ τὴν νίκην. Στήλη γὰρ οὐ τάφοις ἐπιτίθεται μόνοις, ἀλλὰ καὶ νικῶσιν ἀνίσταται, καὶ γράμματα δέχεται τὴν νίκην τοὺς ἀγνοοῦντας διδάσκοντα. Τοῦτο τοιγαροῦν σημαίνει ἡ τῆς στηλογραφίας ἐπιγραφή. «Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. [βʹ.] Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ.» Ἐκ προσώπου τοῦ Σωτῆρος εἴρηται ὁ ψαλμός· εἴρηται δὲ κατὰ τὸ ἀνθρώπειον· ὥσπερ αὖ τοιαῦτα πολλὰ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις εὑρίσκομεν· τοιοῦτόν ἐστι καὶ τό· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ.» Καί· «Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν.» Οὕτως εὑρίσκομεν αὐτὸν εὐχόμενον συνεχῶς, καὶ τὰ γόνατα κάμπτοντα. Ὅτι δὲ τῆς ἀνθρωπίνης φύσεως ταῦτα, καὶ οὐ τῆς ἀνενδεοῦς θεότητος, ὁ Ἀπόστολος διδάσκει σαφῶς. Λέγει δὲ οὕτως ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· «Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὑτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενεγκὼν, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας· καίπερ Υἱὸς ὢν, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοὴν, καὶ τελειωθεὶς ἐγένετο πᾶσι τοῖς ὑπακούουσιν αὐτῷ αἴτιος σωτηρίας αἰωνίου.» Ἐτελειώθη δὲ οὐχ ὁ πρὸ τῶν αἰώνων τέλειος Θεὸς Λόγος, ἀλλ' ἡ τοῦ δούλου μορφὴ, ἀπαθὴς, καὶ ἄφθαρτος, καὶ ἀθάνατος γενομένη. Ταῦτα τοίνυν ἔφη δεδρακέναι τὸν Κύριον ἐν ταῖς ἡμέραις τῆς σαρκὸς, ἡνίκα θνητὸν εἶχε τὸ σῶμα. Τοιγαροῦν ἀνθρώπινα ταῦτα ἅπαντα, καὶ οὐ θεοπρεπῆ. Οὕτω τοίνυν καὶ ἐν τῷδε τῷ ψαλμῷ αἰτεῖ φυλαχθῆναι, καὶ ὑφ' ἑαυτοῦ φυλάττεται. Αἰτεῖ μὲν γὰρ ὡς ἄνθρωπος· δίδωσι δὲ τὴν αἴτησιν ὡς Θεός· εὐδοκοῦντος δηλονότι καὶ συνεργοῦντος τοῦ οἰκείου Πατρός. Τὸ δέ γε· «Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ·» ἔοικε τῷ· «Πορεύομαι πρὸς τὸν Θεόν μου καὶ Θεὸν ὑμῶν.» —»Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις.» Ἀνενδεὴς γὰρ ὑπάρχεις, καὶ τῆς ἀνθρωπίνης δικαιοσύνης οὐ χρῄζεις· ἀλλ' ὅτι ἄν τις ἀγαθὸν δράσοι, αὐτὸς ὀνίναται· σοὶ δὲ κέρδος ἐντεῦθεν οὐδέν. Τοῦτο δὲ ὁ Σύμμαχος ἑτέρως ἡρμήνευσεν· «Ἀγαθόν μοι οὐκ ἔστιν ἄνευ σου. Πᾶσα, φησὶ, τῶν ἀγαθῶν ἡ φορὰ διὰ τῆς σῆς ὑπάρχει μοι χάριτος. Ἀμφότερα δὲ ταῦτα τῆς εὐσεβείας ἔχεται. Καὶ ἡμεῖς γὰρ παρὰ τοῦ Θεοῦ τῶν ἀγαθῶν ἀπολαύομεν, καὶ αὐτὸς τῆς ἡμετέρας δικαιοπραγίας οὐ χρῄζει· χάριν μέντοι τῆς ἡμετέρας ὠφελείας ταύτην νομοθετεῖ.