Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.960
Not analysed yet
γʹ. «Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, ὅτι πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.» Τοὺς ἀποστόλους ἐνταῦθα αἰνίττεται, καὶ τοὺς δι' ἐκείνων πεπιστευκότας· οἷς λέγει διαφανῆ γεγενῆσθαι τοῦ Θεοῦ τὰ θαύματα· ἐπειδὴ πάντα μου, φησὶ, πεπληρώκασι τὰ προστάγματα. δʹ. «Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν, μετὰ ταῦτα ἐτάχυναν.» Πολλαὶ, φησὶ, πανταχόθεν ἐπανέστησαν προσβολαὶ δήμων καὶ δημαγωγῶν, βασιλέων καὶ στρατηγῶν. Πλὴν ἁπάντων περιγενόμενοι μετὰ τάχους ὅτι πλείστου τὸν δρόμον ἐτέλεσαν καὶ τὴν νύσσαν κατέλαβον. Ἔοικε δὲ τοῦτο τῷ ἀποστολικῷ ῥητῷ· «Ὅταν ἀσθενήσω, τόδε δυνατός εἰμι.» —»Οὐ μὴ συναγάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων, οὐδὲ μὴ μνημονεύσω τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου.» Τούτους δὲ, φησὶ, τοὺς ἐπανισταμένους αὐτοῖς τιμωρίαις παραδώσω, καὶ τὴν μνήμην αὐτῶν κατακρύψω τῇ λήθῃ, ὥστε καὶ αὐτὰς τὰς προσηγορίας παντάπασιν ἀγνοεῖσθαι. εʹ. «Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου.» Ἀναμνησθῆναι προσήκει τῶν ἐν τῷ δευτέρῳ ψαλμῷ εἰρημένων. Καὶ γὰρ ἐκεῖ ἀνθρωπίνως πάλιν πρὸς αὐτὸν ἔλεγεν ὁ Πατήρ· «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις αὐτὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα ἔφη περὶ τῶν ἱερῶν ἀποστόλων· «Πάτερ, οὓς ἔδωκάς μοι σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας.» Ἀλλ' ὥσπερ ἐνταῦθα ἀνθρωπίνως διαλέγεται λαβεῖν παρακαλῶν· οὕτως ἑτέρωθι δείκνυσιν, ὡς αὐτός ἐστι τῶν ἁπάντων Δεσπότης. «Τὰ πρόβατα γὰρ, φησὶ, τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτὰ, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.» Καὶ πάλιν· «Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς ποίμνης ταύτης· κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Καὶ ἐν τῷ παρόντι μέντοι ψαλμῷ ἀνθρωπίνως λέγει· Κύριος μερὶς τῆς κληρονομίας μου, καὶ τοῦ ποτηρίου μου· κληρονομίαν μὲν καλῶν τὴν τῶν ἐθνῶν βασιλείαν· ποτήριον δὲ, ὃν ὑπὲρ ἡμῶν ὑπέμεινε