Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.961
Not analysed yet
θάνατον. Οὕτω γὰρ καὶ ἐν τοῖς ἱεροῖς ἔλεγεν Εὐαγγελίοις· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ.» [Ὡσεὶ σαφέστερον ἔλεγεν· Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος· ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου, τουτέστι τοῦ θανάτου μερὶς γεγενημένος ὁ αὐτός.] «Σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί.» Οὐκ εἶπεν· ὁ διδοὺς, ἀλλ', «Ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου.» Ἐπειδὴ γὰρ εὐθὺς δημιουργηθεὶς ὁ ἄνθρωπος, ἁπάντων ἔλαβε τὴν ἐξουσίαν, καὶ ζωὴν εἶχεν ἀθάνατον· μετὰ δὲ τὴν παράβασιν ἀμφοτέρων ἐξέπεσε, καὶ τῆς δεσποτείας, καὶ τῆς ζωῆς· ἀνθρωπίνως ὁ Δεσπότης ὑπὲρ τῆς ἀνθρωπείας φύσεως ποιεῖται τὴν αἴτησιν, ἀξιῶν ἀπολαβεῖν τὴν προτέραν ζωήν τε καὶ δεσποτείαν. ϛʹ. «Σχοινία ἐπέπεσέ μοι ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστι.» Ταύτης ἕνεκεν, φησὶ, τῆς κληρονομίας, τὰς παρούσας ἐδεξάμην ἐπιβουλάς· σχοινία γὰρ τὰς ἐπιβουλὰς ὀνομάζει· οὕτως καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.» Λέγει τοίνυν, ὅτι Ταύτης ἕνεκα τῆς κρατίστης κληρονομίας, καὶ τῆς τῶν ἀνθρώπων χάριν σωτηρίας, τὰς παρούσας ἐπιβουλὰς ὑπομένω. ζʹ. «Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με· ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου.» Ἀλλ' ὅμως ὑπὸ τοῦ Κυρίου σοφιζόμενος, καὶ ἀρίστοις χρώμενος λογισμοῖς, τῆς τοῦ πάθους νυκτὸς περιέσομαι. Νύκτα γὰρ ἐκάλεσε τὸ ζοφῶδες τῶν πειρασμῶν. Μηδεὶς δὲ ἀνάρμοστον ἡγείσθω τὸ συνετίζεσθαι κατὰ τὴν ἀνθρωπείαν φύσιν τὸν Δεσπότην Χριστὸν, ἀκούων τοῦ θεσπεσίου Λουκᾶ λέγοντος· «Ἰησοῦς δὲ προέκοπτε σοφίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.» Ἀκουσάτω δὲ αὐτοῦ πάλιν λέγοντος, ὅτι δειλιάσαντα παρὰ τὸ πάθος, καὶ ἱδρώσαντα θρόμβους αἵματος, ἄγγελος προσελθὼν ὑπεστήριξεν. Εἰ δὲ ἀγγελικῆς ἐδεήθη ῥοπῆς, ἵνα δείξῃ τὴν φύσιν τῆς τοῦ δούλου μορφῆς· πολλῷ δήπουθεν παρὰ τῆς ἐνοικούσης θεότητος ἐσοφίζετο. Ἄνθρωπος γὰρ ὢν καὶ Θεὸς, ἐσοφίζετο μὲν ὡς ἄνθρωπος, πηγὴ δὲ σοφίας ἦν ὡς Θεός. ηʹ—ιαʹ. «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν ἵνα μὴ σαλευθῶ. Διὰ τοῦτο εὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου· ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ' ἐλπίδι. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδου, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς· πληρώσεις με εὐφροσύνης, μετὰ τοῦ προσώπου σου· τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος.» Ταῦτα περιττὸν ἡμᾶς ἑρμηνεύειν, τοῦ θεσπεσίου Πέτρου, τοῦ καὶ τὴν παρὰ τοῦ Πατρὸς, καὶ τὴν παρὰ τοῦ Υἱοῦ,