Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.964
Not analysed yet
καὶ τὴν παρὰ τοῦ ἁγίου Πνεύματος ἀποκάλυψιν δεξαμένου, πάλαι τούτων τὴν ἑρμηνείαν ποιησαμένου. Οὗτος γὰρ ἐν Ἰουδαίοις δημηγορῶν, καὶ ταύτην ἐνεγκὼν εἰς μέσον τὴν μαρτυρίαν, οὕτως ἔφη· «Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παῤῥησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε, καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἄχρι τῆς σήμερον. Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδ' ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν.» Καὶ ἑτέρωθι· «Δαβὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας ἀπέθανε, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν.» Ταῦτα καὶ τοῖς παρερμηνεύειν τολμῶσιν ἀναγκαῖον προφέρειν· καὶ μέντοι καὶ Ἰουδαίοις· προφανῆ γὰρ ἔλεγχον ἔχει τῆς Ἰουδαίων ἐμβροντησίας. Λέγει τοίνυν ὁ Δεσπότης Χριστὸς ἀνθρωπίνως κἀνταῦθα, ὅτι Διηνεκῶς ὑπὸ τῆς θείας στηριζόμενος φύσεως τῷ σωτηρίῳ πρόσειμι πάθει, καὶ τῇ ἐλπίδι τῆς ἀναστάσεως ἐπευφραίνομαι. Οὔτε γὰρ ἡ ψυχή μου εἰς ᾅδου καταλειφθήσεται, οὐθ' ἡ σάρξ μου ὑπομενεῖ τὴν κατὰ φύσιν διαφθοράν. Ταχείας γὰρ τῆς ἀναστάσεως τεύξομαι, καὶ εἰς τὴν ζωὴν ἐπανήξω· ἅπασι ταύτην ἀνθρώποις ὑποδεικνὺς τὴν ὁδόν. «Πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου, τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος.» Ἐπειδὴ τῷ πάθει προσιὼν ἔλεγε, «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·» εἰκότως τούτοις ἐχρήσατο τοῖς λόγοις τῆς ἀναστάσεως μνημονεύσας, διδάσκων ὡς ἀντὶ τῆς ἀθυμίας ἐκείνης ἐν διηνεκεῖ θυμηδίᾳ γενήσεται, ἀπαθὴς, καὶ ἄτρεπτος, καὶ ἀθάνατος, καὶ κατὰ τὴν ἀνθρωπείαν φύσιν γενόμενος. Ὡς γὰρ Θεὸς, τοῦτο ἦν ἀεὶ, καὶ μέντοι καὶ τῇ ἀνθρωπείᾳ φύσει εὐθὺς ἐν τῇ μήτρᾳ διαπλασθείσῃ τοῦτο παρασχεῖν αὐτῷ ῥᾴδιον ἦν. Ἀλλὰ διὰ τῶν παθῶν ὁδεῦσαι συνεχώρησεν ἣν ἀνέλαβε φύσιν, ἵνα οὕτω τῆς ἁμαρτίας καταλύσας τὴν δυναστείαν, παύσῃ μὲν τοῦ διαβόλου τὴν τυραννίδα, καταλύσῃ δὲ τοῦ θανάτου τὸ κράτος, καὶ πᾶσιν ἀνθρώποις παράσχῃ τὴν τῆς ἀναβιώσεως ἀφορμήν. Ὡς ἄνθρωπος τοίνυν, καὶ τὴν ἀφθαρσίαν, καὶ τὴν ἀθανασίαν λαμβάνει. Οὗτος ὁ ψαλμὸς καὶ τὴν Ἀρείου, καὶ τὴν Εὐνομίου, καὶ Ἀπολιναρίου φρενοβλάβειαν ἐλέγχει. Οἱ μὲν γὰρ σῶμα ἄψυχον τὸν Θεὸν Λόγον εἶπον ἀνειληφέναι. Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ ἀναληφθὲν ἐκάλεσε σῶμα, τῆς δὲ λογικῆς αὐτὸ ψυ-