Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.965
Not analysed yet
χῆς ἀπεστέρησεν· οὐκ οἶδα ὅθεν μαθὼν τὰς δύο ταύτας ψυχάς· οὐδαμοῦ γὰρ ἡ θεία τοῦτο διδάσκει Γραφή. Ἀλλ' ὁμοῦ τὸ πανάγιον Πνεῦμα, διὰ τοῦ μακαρίου Δαβὶδ, ψυχῆς ἀντικρὺς ἐμνημόνευσεν, ἔλεγχον δεδωκὼς προφανῆ καθ' ἑκατέρας αἱρέσεως. ΕΡΜΗΝ. ΤΟΥ Ιϛʹ ΨΑΛΜΟΥ. αʹ. «Προσευχὴ τῷ Δαβίδ.» Διωκόμενος ὑπὸ τοῦ Σαοὺλ, καὶ παντοδαπὰς ὑπομένων ἐπιβουλὰς, τὸν τῶν ὅλων Θεὸν εἰς ἐπικουρίαν καλεῖ. «Εἰσάκουσον, Κύριε, δικαιοσύνης μου· πρόσχες τῇ δεήσει μου· ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις.» Πάλιν ἐνταῦθα δικαιοσύνην οὐ τὴν τελείαν ἀρετὴν λέγει, ἀλλὰ τὴν δικαίαν αἴτησιν. Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ τὴν ἀντωνυμίαν οὐ προστεθείκασιν· ἀλλ' ὁ μὲν Σύμμαχος καὶ ὁ Θεοδοτίων Κύριον δικαιοσύνης τὸν Θεὸν ὠνομάκασιν· ὁ δέ γε Ἀκύλας οὕτως ἔφη, Εἰσάκουσον, Κύριε, δίκαιον, ἀντὶ τοῦ δικαίως, καὶ μὴ μακροθύμως. Τὸ δὲ, «Οὐκ ἐν χείλεσι δολίοις,» ὁ Σύμμαχος οὕτως εἴρηκεν, Οὐ διὰ χειλέων δολίων. Καθαροῖς γὰρ, φησὶ, χείλεσι τὴν ἱκετείαν προσφέρω· οὐχ ἕτερα μὲν φρονῶν, ἕτερα δὲ φθεγγόμενος· ἀλλὰ συνομολογοῦσαν ἔχω τῇ γνώμῃ τὴν γλῶτταν. βʹ. «Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι, οἱ ὀφθαλμοί μου ἰδέτωσαν εὐθύτητα.» Ἀντιβολῶ σε δικάσαι τοῖς κατ' ἐμέ· οἶδα γάρ σου τῆς ψήφου τὸ δίκαιον. γʹ, δʹ. «Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων.» Ἐνταῦθα διδάσκει, ὡς πολλάκις λαβὼν τὸν Σαοὺλ ὑποχείριον, ἀνελεῖν οὐκ ἠνέσχετο, ἀλλ' εὐεργεσίᾳ τὴν ἀδικίαν ἠμείψατο· διὸ καὶ τῆς νυκτὸς ἐμνημόνευσεν, ἐν ᾗ τοῦτο δέδρακεν, ἐν νυκτὶ καθεύδοντα τὸν Σαοὺλ περισώσας, καὶ οὐδενὶ συγχωρήσας ἐπενεγκεῖν αὐτῷ τὴν θανατηφόρον πληγήν. Τροπικῶς δὲ καὶ τὰς συμφορὰς νύκτας καλεῖ, διὰ τὸ ζοφῶδες τῆς ἀθυμίας, ὥσπερ αὖ, καὶ πύρωσιν τὴν δοκιμασίαν αὖθις ὀνομάζει· «Ἐπύρωσας γάρ με, φησὶ, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία.» Καθάπερ γάρ τινα χρυσὸν δοκιμάσας, ἀκίβδηλον εὗρες, ὦ Δέσποτα. Τοσοῦτον γὰρ ἀπέσχον τοῦ λυμήνασθαι τὸν πολέμιον, ὅτι καὶ τῆς κατ'