Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.968
Not analysed yet
αὐτοῦ λοιδορίας ἐλευθέραν τὴν γλῶτταν ἐφύλαξα, καὶ ἃ πράττων ἐκεῖνος διατελεῖ, ταῦτα λέγειν οὐκ ἠνεσχόμην ἐγώ. «Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς.» Τοῦτο δὲ ὁ δυσχερὲς, καὶ ἐπίπονον δέδρακα ταῖς σαῖς πειθόμενος ἐντολαῖς. εʹ. «Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῇ τὰ διαβήματά μου.» Ἱκετεύω τοίνυν, μὴ παρατραπῆναί μου τὸν σκοπόν· ἔσται δὲ τοῦτο, εἰ τῆς σῆς ῥοπῆς ἀπολαύσαιμι. Διαβήματα γὰρ τῆς πράξεως τὴν ὁρμὴν προσηγόρευσεν. ϛʹ. «Ἐγὼ ἐκέκραξα, ὅτι ἐπήκουσάς μου, ὁ Θεός.» Οὐ μάτην τοῖσδε λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας· ἤκουσας γάρ μου καλοῦντος πολλάκις. «Κλῖνον τὸ οὖς σου ἐμοὶ, καὶ εἰσάκουσον τῶν ῥημάτων μου. [ζʹ.] Θαυμάστωσον τὰ ἐλέη σου, ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ.» Δέξαι τοίνυν τὴν ἱκετείαν· κίνησον πολλὰς γλώττας εἰς ὑμνῳδίαν. Οἱ γὰρ ἐλεούμενον παρὰ σοῦ τὸν ἀδικούμενον βλέποντες ὑμνήσουσί σου τὴν πρόνοιαν· εἴωθας δὲ τοῖς εἰς σὲ πεποιθόσιν ἐπικουρίαν ὀρέγειν. ηʹ. «Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ.» Ἀνθεστηκότας τῇ τοῦ Θεοῦ δεξιᾷ τοὺς πολεμοῦντας αὐτῷ προσηγόρευσεν. Καὶ μάλα εἰκότως· ὑπὸ Θεοῦ γὰρ ἐχρίσθη, καὶ παρ' αὐτοῦ τῆς βασιλικῆς χειροτονίας τετύχηκεν. Λέγει τοιγαροῦν, ὅτι Τῇ σῇ ἀντιτάττονται ψήφῳ οἱ κατ' ἐμοῦ τὴν μάχην ἀναδεξάμενοι, καὶ παρακαλεῖ τοσαύτης φυλακῆς ἀπολαῦσαι, ὅσης ἡ κόρη τοῦ ὀφθαλμοῦ· ἥτις καθάπερ τινὰς περιβόλους ἔχει τὰ βλέφαρα· ἀντὶ δὲ σκολόπων, τὰς βλεφαρίδας. Ἔχει δὲ καὶ τῶν ὀφρύων τὰς προσβολὰς, τὴν τῶν ἱδρώτων νοτίδα τοῖς κροτάφοις παραπεμπούσας, καὶ τῆς ἐκεῖθεν λώβης ἀπαλλαττούσας τὸ ὀπτικόν. Τοιαύτης ἱκετεύει κηδεμονίας τυχεῖν. «Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με. [θʹ.] Ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με.» Πάλιν ἑτέρᾳ χρησάμενος εἰκόνι προμηθείας τυχεῖν ἀξιοῖ. Ἤκουσε γὰρ καὶ τοῦ μεγάλου Μωσέως λέγοντος· «Διεὶς τὰς πτέρυγας αὑτοῦ ἐδέξατο αὐ-