Ancient Greek · ~7 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.969
Not analysed yet
τοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὑτοῦ.» Καὶ ὁ Κύριος δὲ πρὸς τὴν Ἱερουσαλὴμ ἔφη· «Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας αὑτῆς, καὶ οὐκ ἠθελήσατε;» Πτέρυγας δὲ τὴν ὀξείαν καὶ σύντομον τῆς προνοίας ἀσφάλειαν ὀνομάζει· ῥᾴστη γὰρ τῶν πτερύγων ἡ κίνησις. «Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον. [ιʹ,] Τὸ στέαρ αὑτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν.» Τὸ στέαρ τινὲς εὐημερίαν καὶ εὐεξίαν ὠνόμασαν. Ἐμοὶ δὲ δοκεῖ τὴν εὔνοιαν καὶ φιλαδελφίαν οὕτω καλεῖν· τοῦτο ἡ τῶν ῥητῶν ἀκολουθία παραδηλοῖ· πᾶσαν γὰρ φυσικὴν ἀποκλείσαντες, φησὶν, εὐσπλαγχνίαν, καὶ οὐδεμίαν χώραν τοῖς τῆς φιλανθρωπίας λογισμοῖς δεδωκότες, φθέγγονται μὲν ὑψηλὰ καὶ ὑπέρογκα· ἐνέδρας δέ μοι παντοδαπὰς καὶ λόχους ἱστᾶσιν. ιαʹ. «Ἐκβαλόντες με νυνὶ περιεκύκλωσάν με, τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ.» Αὐτοί με τῆς πατρῴας ἐξήλασαν γῆς· καὶ πάλιν τῇδε κἀκεῖσε διατρέχουσι συλλαβεῖν ἐφιέμενοι· ἐπειδὴ τὸ εὐθὲς οὐκ ἐθέλουσι βλέπειν· ἀλλ' ἑτεροκλινὲς ἔχουσι τῆς διανοίας τὸ ὄμμα. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· «Τοὺς ὀφθαλμοὺς αὐτῶν ἔταξαν ἑτεροκλινεῖν ἐν τῇ γῇ.» ιβʹ. «Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις.» Τὸ λογικὸν τῆς φύσεως ἀποῤῥίψαντες, θηρία μιμοῦνται τροφῆς ἐφιέμενα, καὶ ταύτην περισκοποῦντα, καὶ ἐξαπιναίως ὁρμῶντα. ιγʹ, ιδʹ. «Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς, καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς· ῥομφαίαν σου, ἀπὸ ἐχθρῶν τῆς χειρός σου.» Ἐκείνων μὲν, Δέσποτα, κώλυσον τὴν ὁρμὴν, οἷς οἶδας κωλύμασι· τοῦτο γὰρ ὑποσκέλισον εἶπεν, ἐκ μεταφορᾶς τῶν λαθραίως τοὺς θέοντας καταβαλλόντων. Ἐμὲ δὲ τῆς ἐκείνων ἐπιβουλῆς ἐλευθέρωσον, τῇ ῥομφαίᾳ σου χρώμενος κατ' αὐτῶν. Οὕτω γὰρ ὁ Σύμμαχος εἴρηκεν, Εἰς μάχαιράν σου, Κύριε, ἀπὸ ὀλίγων τῆς γῆς. Τῷ ὅρῳ σου γὰρ, φησὶ, τοὺς ἀνθρώπους παραπέμπεις θανάτῳ. Σὺ