Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.972
Not analysed yet
γὰρ εἶπας· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» Διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν· καὶ τῶν κεκρυμμένων σου ἐμπλησθήτω ἡ γαστὴρ αὐτῶν.» Ἐγὼ δὲ, εἰ καὶ σοὶ τῷ θανάτῳ παραπέμψαι ῥᾴδιον, ἀλλ' οὖν ἱκετεύω ζῶντας αὐτοὺς σκεδασθῆναι, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διαλυθῆναι, καὶ τῶν ἀποκειμένων σοὶ τιμωριῶν μετασχεῖν. Οὕτω δὲ καὶ ἐν τῇ ᾠδῇ τοῦ μεγάλου Μωσέως, αὐτὸς ὁ Θεός φησιν· «Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ' ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα αὑτῶν τοῖς νηπίοις αὑτῶν.» Καὶ τοῦτο ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Χορτασθήσονται υἱοὶ, καὶ ἀφήσουσι τὰ λείψανα αὑτῶν τοῖς νηπίοις αὑτῶν. Οἶδα, φησὶν, ὡς τὴν δικαίαν σου τιμωρίαν οὐ μόνον αὐτοῖς ἐπάξεις, ἀλλὰ καὶ τοῖς υἱέσι, καὶ τοῖς ἐγγόνοις, τὴν τῶν προγόνων πονηρίαν μιμησαμένοις· τὸ δὲ χορτασθήσονται, ἀντὶ τοῦ, εἰς κόρον μεθέξουσι τῶν κακῶν. ιεʹ. «Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου, χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι τὴν δόξαν σου,» τῷ Παιδί σου· ἐκεῖνοι μὲν γὰρ τοιαύτας δώσουσι δίκας· ἐγὼ δὲ τοῖς παρὰ τῆς δικαίας σου προνοίας ἀγαθοῖς ἐντρυφήσω, πεῖραν μεγίστην τῆς σῆς εὐεργεσίας δεξάμενος. ΕΡΜΗΝ. ΤΟΥ ΙΖʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος· τῷ παιδὶ Κυρίου, τῷ Δαβὶδ, ἃ ἐλάλησε τῷ Κυρίῳ, τοὺς λόγους τῆς ᾠδῆς ταύτης, ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν.» Δήλη ἡ ἐπιγραφὴ, καὶ ἑρμηνείας οὐ δεομένη. Ἔγκειται δὲ καὶ τῇ τῶν Βασιλειῶν ἱστορίᾳ τοῦδε τοῦ ψαλμοῦ ἡ διάνοια. Θαυμάσαι δὲ ἄξιον τὴν τοῦ προφήτου φιλοσοφίαν. Τοσαύτας γὰρ ἐπιβουλὰς παρὰ τοῦ Σαοὺλ ὑπομείνας, οὐ συνέταξεν αὐτὸν τοῖς ἐχθροῖς· ἀλλὰ τῶν πολεμίων χωρίσας, οὐχ ὡς δυσμενοῦς ἐμνημόνευσεν· εἰς τὸ τέλος δὲ πρόσκειται, ἐπειδὴ καὶ προφητείαν ἔχει τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τῆς Ἰουδαίων ἀλλοτριώσεως· ἃ μακροῖς ὕστερον ἐγένετο χρόνοις. βʹ, γʹ. «Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου. Κύριος, στερέωμά μου, καὶ καταφυγή μου, καὶ ῥύστης μου· ὁ Θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν· ὑπερ-