Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.973
Not analysed yet
ασπιστής μου, καὶ κέρας σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου.» Ἀγάπῃ τὰς εὐεργεσίας ὁ προφήτης ἀμείβεται· ταύτην γὰρ μόνην τῷ Θεῷ τὸν εὖ πεπονθότα δυνατὸν ἀντιδοῦναι· ταύτην καὶ τῆς νομοθεσίας ἀρχόμενος ἐνομοθέτησεν ὁ Θεός. «Ἀγαπήσεις γὰρ, φησὶ, Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς δυνάμεώς σου.» Ἀλλ' ἕπεται τῇ ἀγάπῃ τοῦ ἀγαπωμένου ἡ θεραπεία. «Ἡ γὰρ ἀγάπη πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.» Ὑπισχνεῖται δὲ ὁ μακάριος Δαβὶδ τὸν Θεὸν ἀγαπήσειν, οὐχ ὡς οὐδέπω τοῦτο τέλεον κατορθώσας· ἀλλὰ κόρον λαβεῖν τῆς ἀγάπης οὐκ ἀνεχόμενος· εἶτα τὰς εὐεργεσίας θείας ποιεῖται προσηγορίας, καὶ τὸν κατάλογον ὧν ἔτυχεν ἀγαθῶν κατάλογον ὀνομάτων ἐργάζεται· καὶ καλεῖ τὸν Θεὸν ἰσχὺν, ὡς ταύτης μεταλαχών· στερέωμα, ὡς στερεὸς κατὰ τῶν πολεμίων γενόμενος· καταφυγὴν, ὡς τεῖχος ἐσχηκὼς τὸν Θεὸν, καὶ περίβολον ὀχυρόν· ῥύστην, ὡς διὰ τοῦ Θεοῦ τῶν δυσμενῶν ἀπηλλαγμένος· βοηθὸν, ὡς ἐκεῖθεν ἐπικουρίας τυχών· ὑπερασπιστὴν, ὡς πρόμαχον ἐν καιρῷ γεγενημένον· κέρας σωτηρίας, καὶ ἀντιλήπτορα, ὡς τῇ αὐτοῦ προμηθείᾳ περισωθείς. Τὸ δὲ κέρας σωτηρίας τέθεικεν ἐκ μεταφορᾶς τῶν ζώων, τῶν τοῖς κέρασιν τοὺς πολεμίους ἀμυνομένων. [Κέρας δὲ λέγεται καὶ ἡ βασιλεία, «Καὶ δώσει γὰρ ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν· καὶ ὑψώσει κέρας Χριστοῦ αὑτοῦ·» ἀντὶ τοῦ τὴν βασιλείαν τοῦ Χριστοῦ αὑτοῦ.] δʹ. «Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον· καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι.» Ἐνταῦθα διδασκόμεθα χάριν μὲν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων ἀγαθῶν, αἰτεῖν δὲ πάλιν τὰ ἐνδέοντα· τοῦτο γὰρ, φησὶ, ποιῶν, κρείττων ἔσομαι τῶν δυσμενῶν. Εἶτα διηγεῖται τὰς παντοδαπὰς τῶν πολεμίων ἐπαναστάσεις. εʹ, ϛʹ. «Περιέσχον με ὠδῖνες θανάτου· καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου.» Ὠδῖνας θανάτου καὶ ᾅδου καλεῖ τοὺς θανατηφόρους κινδύνους. Καθάπερ γὰρ αἱ ὠδῖνες παρ' αὐτὸν γίνονται τὸν τόκον, οὕτως οἱ μέγιστοι κίνδυνοι τῷ θανάτῳ πελάζουσι· χειμάῤῥους δὲ ἀνομίας τὰς ἀδίκους καὶ ἀθρόας τῶν ἐχθρῶν προσβολάς· καθάπερ γὰρ ὁ χειμαῤῥους, τὰς τῶν ὑδάτων συῤῥοίας ἐντεῦθεν κἀκεῖθεν φερομένας δεχόμενος, ἐξαπιναίως προσβάλλει· οὕτω καὶ ὁ Σαοὺλ, καὶ οἱ ἄλλοι πολέμιοι, ταῖς ἐφόδοις ἐχρῶντο. Παγίδας δὲ θανάτου,