Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.976
Not analysed yet
τὰς ἐνέδρας ἐκάλεσεν· ὅπερ γὰρ τοῖς ἀλόγοις ἡ παγὶς, τοῦτο τοῖς πολεμουμένοις ὁ λόχος. Ἑκάτερα γὰρ λαθραίας βλάβης ἐστὶ μηχανήματα. ζʹ. «Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα· ἤκουσε Κύριος ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου· καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ.» Ὑπὸ τοσούτων μέντοι πολιορκούμενος συμφορῶν, πάσης ἀνθρωπίνης καταφρονήσας ἐπικουρίας, τὴν θείαν ἐπεκαλεσάμην ῥοπὴν, καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθην· παραυτίκα γάρ μου τὰς ἱκετείας ἐδέξατο. Ναὸν δὲ ἐνταῦθα, οὐ τὸν χειροποίητον λέγει· οὐδὲ γὰρ ᾠκοδόμητο τηνικαῦτα· ὁ Σολομὼν γὰρ αὐτὸν ἐδείματο μετὰ ταῦτα· ἀλλὰ τὸν οὐρανὸν προσηγόρευσεν οὕτω. ηʹ, θʹ. «Καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ· καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν· καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ· καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ.» Ταῦτα δὲ ἅπαντα τέθεικεν, οὐχ ὡς πάντως οὕτω γεγενημένα, ἀλλ' ὡς οὕτω τῇ πίστει νενοημένα. Οὐ μόνον δὲ τιμωρούμενος ὁ Θεὸς, ἀλλὰ καὶ δεδιττόμενος τοὺς ἀνθρώπους, πολλάκις τοιαῦτα πεποίηκε, καὶ βρονταῖς, καὶ κτύποις, καὶ σεισμοῖς ἐκπλήττων, καὶ πυρί. Οὕτω καὶ τὸν Ἰσραὴλ δεδίξασθαι θελήσας, τὸ Σινᾶ ὄρος πυρὶ καπνιζόμενον ἔδειξε. Διὰ τούτων τοίνυν καὶ ὁ παρὼν προφήτης τὴν τοῖς πολεμίοις ἐπενεχθεῖσαν τιμωρίαν ἐμήνυσε· διδάσκει δὲ καὶ τοὺς ἄλλους ἀνθρώπους, μὴ τὰ ὅμοια δρᾷν, ἵνα μὴ τὰ ὅμοια πάθωσιν. ιαʹ, ιβʹ. «Καὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη· καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ἐπέβη ἐπὶ Χερουβὶμ, καὶ ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Καὶ ἔθετο σκότον ἀποκρυφὴν αὑτοῦ· κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ.» Πάλιν ἐνταῦθα τοῦ Θεοῦ τὴν ἐπιφάνειαν διηγούμενος, ἱκανὸν τοῖς ἀκροαταῖς ἐντίθησι δέος. Ἀλλ' ὅμως, οὔτε κατάβασιν, οὔτε ἀνάβασιν τῆς θείας ἡμεῖς ἐπιστάμεθα φύσεως· ἀπερίγραφον γὰρ τὸ Θεῖον, πανταχοῦ παρὸν, περιέχον τὰ πάντα. Τὸ διάφορον δὲ τῶν οἰκονομιῶν διὰ τούτων ἐκπαιδευόμεθα. Ποτὲ μὲν γὰρ προσηνέστερον ἐπιφαίνεται τοῖς ἀνθρώποις· ποτὲ δὲ μεγαλοπρεπέστερον. Ἔστι δ' ὅτε καὶ φόβον ἐνθεῖναι βουλόμενος, παράδοξά τινα δείκνυσι καὶ ἀήθη. Τὸ τοίνυν,