Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.977
Not analysed yet
»Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη,» νοήσωμεν ὅτι τὴν οἰκείαν ἐπιφάνειαν ἔδειξεν. Γνόφον δὲ «ὑπὸ τοὺς πόδας,» τὸ τῆς παρουσίας ἀόρατον· «τὴν δὲ, τῶν Χερουβὶμ ἐπίβασιν,» καὶ «τὴν τῶν ἀνέμων πτῆσιν,» τὸ τῆς ἐπιφανείας ὀξύ· τὸ δὲ, «Ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ,» τὸ τῆς φύσεως ἀθεώρητον. Τὸ δὲ, «Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ,» τὸ περὶ αὐτὸν φῶς· διὸ καὶ ὁ μακάριος ἔφη Παῦλος· «Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον.» «Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. [ιγʹ.] Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον.» Καθάπερ γὰρ, φησὶ, τῇ πυκνότητι τῶν νεφῶν ζοφώδης γινόμενος ὁ ἀὴρ τῆς ἀστραπῆς ἐκπέμπει τὴν αἴγλην, οὕτως ἀόρατος ὢν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἀφίησι, καὶ τῷ κολαστικῷ πυρὶ κολάζει τοὺς πονηρίᾳ συζῶντας· τοῦτο γὰρ παρεδήλωσεν ἐπαγαγών· «Χάλαζαι καὶ ἄνθρακες πυρός. [ιδʹ, ιεʹ.] Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ ὁ Κύριος· καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ. Ἀπέστειλε βέλη, καὶ ἐσκόρπισεν αὐτούς· καὶ ἀστραπὰς ἐπλήθυνε, καὶ συνετάραξεν αὐτούς.» Ταῦτα καὶ ἐφ' ἡμῶν πολλάκις ἐγένετο· ἐν γὰρ τοῖς ἔναγχος γεγενημένοις πολέμοις, καὶ τοὺς ἀρκτῴους Βαρβάρους ἐπελθόντας ἡμῖν χαλάζῃ καὶ πυρὶ κατηνάλωσεν, καὶ τοὺς ἀπὸ τῆς ἕω πρώην ἐπιστρατεύσαντας Πέρσας, καὶ ἀναιμωτὶ τὰς ἡμετέρας πόλεις παραλαβεῖν προσδοκήσαντας, ταύταις ἐπέδησε ταῖς πέδαις, καὶ περαιτέρω προβῆναι κεκώλυκε· καὶ τοὺς μὲν θανάτῳ παρέπεμψε, τοὺς δὲ τῶν γεγενημένων ἀγγέλους ἐξέπεμψεν. ιϛʹ. «Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων· καὶ ἀνεκαλύφθησαν τὰ θεμέλια τῆς οἰκουμένης· ἀπὸ ἐπιτιμήσεώς σου, Κύριε, ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου.» Καὶ τοῦτο ἐφ' ἡμῶν ἐν πολλοῖς γεγένηται κλίμασι· διέστη γὰρ ἡ γῆ κινηθεῖσα, καὶ βάθος ἄμετρον ἐν ὑψηλοῖς ὄρεσιν ἀνεφάνη, καὶ ὕδωρ ἐν ἀνύδροις ἐδόθη χωρίοις· ποιεῖ δὲ ταῦτα ὁ τῶν ὅλων πρύτανις, τὴν τιμωρητικὴν αὑτοῦ δύναμιν τοῖς ἀνθρώποις ἐπιδεικνὺς, καὶ διδάσκων ὡς δύναται μὲν ἐν ἀκαρεῖ πᾶσι πανωλεθρίαν ἐπενεγκεῖν· φιλανθρωπίᾳ δὲ χρώμενος, ἀναβάλλεται τὴν τιμωρίαν, καὶ προσμένει τὴν μεταμέλειαν. ιζʹ. «Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με· προσελάβετό με ἀπὸ ὑδάτων πολλῶν.» Καὶ διδάσκων τί καλεῖ τροπικῶς ὕδατα, ἐπήγαγεν·