Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.980
Not analysed yet
ιηʹ. «Ῥύσεταί με ἐξ ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με, ὅτι ἐστερεώθησαν ὑπὲρ ἐμέ.» Προφανῶς, φησὶ, τὴν περὶ ἐμὲ κηδεμονίαν τοῖς ἐμοῖς ἔδειξε πολεμίοις· τοῦτο γὰρ εἶπεν εἰρηκὼς, «Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με·» ἀντὶ τοῦ, Πέπεικεν ἅπαντας ὡς οὐρανόθεν μοι τὴν ἐπικουρίαν παρέσχε. Ταύτης δέ με τῆς προμηθείας ἠξίωσε, τὸ τῶν πολεμίων ἰσχυρὸν θεασάμενος. «Ἐστερώθησαν γὰρ ὑπὲρ ἐμὲ,» φησίν. ιθʹ. «Προέφθασάν με ἐν ἡμέρᾳ κακώσεώς μου.» Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, μετὰ τὴν ἁμαρτίαν γεγενημένην. Κάκωσιν γὰρ, ἣν ὁ Σύμμαχος ταλαιπωρίαν καλεῖ τῆς ψυχῆς λέγει τὴν ἀσθένειαν, δι' ἣν ἡ ἁμαρτία γεγένηται. «Καὶ ἐγένετο Κύριος ἀντιστήριγμά μου. [κʹ.] Καὶ ἐξήγαγέ με εἰς πλατυσμόν.» Ὠθούμενόν με, φησὶ, καὶ καταβαλλόμενον ὑπήρεισεν ὁ Θεὸς, καὶ τὴν στενοχωρίαν εὐρυχωρίαν εἰργάσατο, ἀντὶ τοῦ προσδοκωμένου θανάτου τὴν ζωὴν χαρισάμενος· τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου.» «Ῥύσεταί με, ὅτι ἠθέλησέ με.» Ἐλπίζω δὲ, ὅτι καὶ εἰς τὸν ἔπειτα χρόνον τῆς αὐτῆς ἀξιώσει με βοηθείας, καὶ κρείττων ἔσομαι τῶν δυσμενῶν, κἂν μάλιστα πλείστην ἔχωσι δύναμιν. καʹ—κγʹ. «Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου· καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταποδώσει μοι. Ὅτι ἐφύλαξα τὰς ὁδοὺς Κυρίου· καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ Θεοῦ μου. Ὅτι πάντα τὰ κρίματα αὐτοῦ ἐνώπιόν μου, καὶ τὰ δικαιώματα αὐτοῦ οὐκ ἀπέστησαν ἀπ' ἐμοῦ.» Οὐκ ἄδικον, φησὶ, ποιεῖταί μου πρόνοιαν, ἀλλὰ καὶ τὸν ἐμὸν σκοπὸν ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ἐμοὶ σπουδὴ πάσας αὐτοῦ φυλάττειν τὰς ἐντολάς· ἐπειδὴ γὰρ πολλὴν ἔδειξε περὶ αὐτὸν τοῦ Θεοῦ γεγενημένην κηδεμονίαν, δείκνυσι ταύτης τὸ δίκαιον, προτρέπων εἰς ἀρετὴν τοὺς ἀκούοντας, καὶ διδάσκων ὡς οὐχ οἷόν τε ταύτης ἡμᾶς τυχεῖν, μὴ γνησίαν εὔνοιαν περὶ τὸν Θεὸν κτησαμένους· οὐδὲ γὰρ τὸν τῶν οἰκείων κατορθωμάτων κατάλογον γυμνῶσαι πᾶσιν ὁ προφήτης ἠθέλησεν, ἀλλ' ὑποθέσθαι πῶς οἷόν τε τῆς θείας ἀπολαῦσαι προνοίας. κδʹ. «Καὶ ἔσομαι ἄμωμος μετ' αὐτοῦ.» Καὶ πῶς δυνατὸν τοῦτο κατορθῶσαι; «Καὶ φυλάξομαι ἀπὸ τῆς ἀνομίας μου.» Ἀπεχόμενος, φησὶν, ἐκείνων ἃ κακῶς εἰργασάμην, ἄμωμος εἰς τὸν ἐπιόντα γενήσομαι χρόνον· οὕτως ὁ μέγας Δαβὶδ τῶν οἰκείων