Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.981
Not analysed yet
κατορθωμάτων μνημονεῦσαι βιασθεὶς, ἵνα δείξῃ τῆς τοῦ Θεοῦ προμηθείας τὸ δίκαιον, οὐκ ἠνέσχετο τὴν γεγενημένην κρύψαι παρανομίαν. κεʹ. «Καὶ ἀνταποδώσει μοι Κύριος κατὰ τὴν δικαιοσύνην μου, καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ.» Τότε δὴ, φησὶν, ὅταν παντελῶς ἄμωμος γένωμαι, τελείων τεύξομαι τῶν ἀγαθῶν. Πάντα γὰρ ἐφορᾷ ὁ τῶν ὅλων Θεὸς, καὶ πρὸς τὰς ἀγαθὰς πράξεις, ταύτας γὰρ ὠνόμασε χειρῶν καθαρότητα, καὶ τὸν εὐσεβῆ τῆς διανοίας σκοπὸν, ποιεῖται τὰς ἀντιδόσεις. Εἶτα τοῦτο αὐτὸ σαφέστερον ἐκπαιδεύει. κϛʹ, κζʹ. «Μετὰ ὁσίου ὁσιωθήσῃ· καὶ μετὰ ἀνδρὸς ἀθώου ἀθῶος ἔσῃ. Καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ. Καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Πρὸς τὰς γνώμας τῶν ἀνθρώπων ἁρμόττεις τὰς ἀντιδόσεις, ὦ Δέσποτα. Τοῖς γὰρ ὁσίοις παρέχεις τὰ τῆς ὁσιότητος ἄξια· καὶ τοῖς ἀθώοις, καὶ τῆς ἁμαρτίας ἀπηλλαγμένοις, τὰ πρόσφορα· καὶ τοῖς ἐκλεκτοῖς καὶ τελείοις, τὰ τέλεια· τοῖς δὲ τοῦ εὐθέως ἐκτραπεῖσι, καὶ τὴν ἐναντίαν ὁδεύουσι, κατάλληλον παρασκευάζεις εὑρεῖν τῆς ὁδοῦ τὸ τέλος. Πῶς καὶ τίνι τρόπῳ; κηʹ. «Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις· καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις.» Τοὺς μὲν γὰρ ἢ μετρίῳ φρονήματι κεχρημένους, ἢ ἐκ περιστάσεως τεταπεινωμένους, σωτηρίας ἀξιοῖς, καὶ περιφανεῖς ἀποφαίνεις· τοὺς δὲ τὰς ὀφρῦς αἴροντας, καὶ τύφῳ δουλεύοντας, κύπτειν εἰς γῆν ἀναγκάζεις, καὶ τῆς φύσεως λογίζεσθαι τὴν εὐτέλειαν. κθʹ. «Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε, ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου.» Ἐπειδὴ σκότος πολλάκις τὰς θλίψεις ἐκάλεσεν, εἰκότως φῶς ὀνομάζει τὴν τούτων ἀπαλλαγήν. Ταύτης δέ φησιν ἀπολαύω παρὰ σοῦ τῆς προνοίας· ἐπειδὴ ὁ λύχνος ὁ τὸ ἀληθινὸν ὑποδεξάμενος φῶς· καλεῖ δὲ οὕτω τὴν τοῦ δούλου μορφήν· ἐμός τέ ἐστι, καὶ ἐκ τῆς ἐμῆς ὀσφύος πλασθήσεται. Τοῦτο δὲ καὶ ἐν ἑτέρῳ λέγει ψαλμῷ· «Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ· ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» λʹ. «Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος.» Πᾶσαν ἐπιβουλὴν, καὶ πᾶσαν ἐνέδραν· πειρατήριον γὰρ καὶ τεῖχος τὴν ἐνέδραν καλεῖ· διὰ τῆς σῆς διαφεύξομαι χάριτος. λαʹ. «Ὁ Θεός μου, ἄμωμος ἡ ὁδὸς αὐτοῦ.» Δικαίως ἰθύνεις τὰ σύμπαντα· καὶ τούτου χάριν θαῤῥῶ. «Τὰ λόγια Κυρίου πεπυρωμένα.» Τοῦτο