Ancient Greek · ~6 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.984
Not analysed yet
δὲ παρὰ τῶν ἀψευδῶν σου λογίων μεμάθηκα· «πεπυρωμένα» γὰρ, ὡς καὶ ἤδη προειρήκαμεν, τὰ δόκιμα λέγει, καὶ ψεύδους ἀπηλλαγμένα. «Ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ' αὐτόν.» Οὐκ ἐγὼ δὲ μόνος· ἀλλὰ καὶ πάντες οἱ ταύτην εἰς αὐτὸν ἔχοντες τὴν ἐλπίδα, τῆς αὐτῆς ἀπολαύσονται βοηθείας. λβʹ. «Ὅτι τίς Θεὸς παρὲξ τοῦ Κυρίου ἡμῶν, καὶ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν;» Οὐδὲ γάρ ἐστι Θεὸς ἕτερος· ἵνα ὁ μὲν τούτῳ, ὁ δὲ ἐκείνῳ παράσχῃ τὴν αἴτησιν. λγʹ. «Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν· καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου.» Τῇ αὐτοῦ δυνάμει ῥωσθεὶς κἀγὼ τὴν εὐθεῖαν τρίβον ὁδεύειν ἐπείγομαι. λδʹ. «Καταρτιζόμενος τοὺς πόδας μου ὡσεὶ ἐλάφου· καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με.» Καθάπερ γὰρ τοῖς ἐλάφοις ἔδωκε κατὰ φύσιν τὰ ἰοβόλα θηρία καταπατεῖν· οὕτω με κρείττονα καὶ ὑψηλότερον τῶν πολεμίων ἀπέφηνε. λεʹ. «Διδάσκων χεῖράς μου εἰς πόλεμον.» Εἰς εὐχὴν γὰρ ταύτας ἐκτείνων, περιγίνομαι τῶν δυσμενῶν. «Καὶ ἔθετο τόξον χαλκοῦν τοὺς βραχίονάς μου.» Διὰ τοῦτο, δίκην τόξου χαλκοῦ καὶ ἀῤῥαγοῦς τοὺς ἐμοὺς βραχίονας τὰ κατὰ τῶν πολεμίων ἀφιέναι παρεσκεύασε βέλη. λϛʹ. «Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου· καὶ ἡ δεξιά σου ἀντελάβετό μου· καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος· καὶ ἡ παιδεία σου αὐτή με διδάξει.» Καὶ ἐπαίδευσας ἡμαρτηκότα, καὶ καταπεπτωκότα ἀνώρθωσας· καὶ ἐδίδαξας ὅσον ἡ ἁμαρτία κακὸν, καὶ τῆς σωτηρίας ἠξίωσας. λζʹ. «Ἐπλάτυνας τὰ διαβήματά μου ὑποκάτω μου· καὶ οὐκ ἠσθένησε τὰ ἴχνη μου.» Ἐν τῇ στενοχωρίᾳ τῆς θλίψεως ἔδωκας τὴν εὐρυχωρίαν τῆς παρακλήσεως· ὑφ' ἧς ψυχαγωγούμενος, μέχρι τοῦ παρόντος διήρκεσα. τὸ γὰρ ἐπλάτυνας, εὐρυχώρησας ὁ Σύμμαχος εἴρηκεν.