Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.985
Not analysed yet
ληʹ, λθʹ. «Καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτούς· καὶ οὐκ ἀποστραφήσομαι ἕως ἂν ἐκλείψωσιν. Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου.» Οὕτως ὑπὸ τῆς σῆς προνοίας ῥωσθεὶς ἐλπίζω πάντων περιγενήσεσθαι τῶν δυσμενῶν· καὶ μὴ πρότερον ἀποστῆναι, ἕως ἂν αὐτοὺς αὖθις ὑπηκόους ἐργάσωμαι· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Πεσοῦνται ὑπὸ τοὺς πόδας μου. μʹ. «Καὶ περιέζωσάς με δύναμιν εἰς πόλεμον· συνεπόδισας πάντας τοὺς ἐπανισταμένους ἐπ' ἐμὲ ὑποκάτω μου.» Ἐμοὶ μὲν ἀνδρείαν ἐδωρήσω καὶ ῥώμην· τῶν δὲ πολεμίων ἐπέδησας τὴν ὁρμήν· καὶ τοῦτό ἐστι καὶ ἐπὶ τοῦ Γολιὰθ, καὶ ἐπὶ τοῦ Σαοὺλ γεγενημένον. Τὸν μὲν γὰρ τὸν τοῦ πράττειν καιρὸν εἰς ἀνοήτους ἀναλίσκοντα λόγους τῇ σφενδόνῃ κατήνεγκεν· τὸν δὲ ὕπνῳ πεδηθέντα ῥᾳδίως διέφυγεν. Οὕτω καὶ τῶν Γετθαίων ἐξέφυγε τὰς ἐπιβουλάς. μαʹ. «Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον.» Ἀντὶ τοῦ, εἰς φυγὴν ἔτρεψας· ἴδιον γὰρ τῶν φευγόντων τὸ διδόναι τὰ νῶτα. «Καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας·» τὸν Σαοὺλ, τὸν Ἀχιτόφελ, τὸν Ἀβεσσαλὼμ, καὶ μυρίους ἑτέρους. μβʹ. «Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων· πρὸς Κύριον, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.» Οὔτε γὰρ ἀλλόφυλοι τοὺς οἰκείους καλοῦντες εἰς ἐπικουρίαν θεοὺς, τῆς παρ' αὐτῶν προνοίας ἀπέλαυσαν· οὔτε ὁ Σαοὺλ, καὶ Ἀβεσσαλὼμ, καὶ ὁ Σεμεεὶ, καὶ οἱ λοιποὶ τῶν Ἰσραηλιτῶν πολέμιοι, τὸν Θεὸν ἐσχήκασι σύμμαχον. μγʹ. «Καὶ λεπτυνῶ αὐτοὺς ὡσεὶ χοῦν κατὰ πρόσωπον ἀνέμου· ὡς πηλὸν πλατειῶν λεανῶ αὐτούς.» Φροῦδοι καὶ ἀφανεῖς γενήσονται παντελῶς, τῆς σῆς μοι χάριτος συνεργούσης. μδʹ. «Ῥύσῃ με ἐξ ἀντιλογιῶν λαοῦ.» Ἐντεῦθεν προθεσπίζει τὴν κατὰ τοῦ Σωτῆρος Ἰουδαίων μανίαν, καὶ τὴν τῶν ἐθνῶν σωτηρίαν. Καὶ παρακαλεῖ μηδεμίαν ἔχειν κοινωνίαν εἰς τὴν ἐκείνων ἀντιλογίαν. «Καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν.» Καὶ μὴν οὐκ ἴσμεν τὸν Δαβὶδ τῶν ἐθνῶν βασιλεύσαντα. Οὐκοῦν διὰ τοῦ ἐξ αὐτοῦ κατὰ σάρκα τεχθέντος ἡ προφητεία πληροῦται. Ὁ γὰρ ἐκ Δαβὶδ κατὰ σάρκα τεχθεὶς Δαβὶδ καὶ αὐτὸς ὀνομαζόμενος κατὰ τὸν θεῖον Ἰεζεκιὴλ, ὁ Δεσπότης, λέγω, Χριστὸς, πάντων ἐβασίλευσε τῶν ἐθνῶν· ἀεὶ μὲν ὡς Θεὸς τῶν ἁπάντων δεσπόζων, μετὰ δὲ τὴν ἐνανθρώπησιν, καὶ τὴν ἐθελούσιον τῶν εἰς αὐτὸν πεπιστευκότων δουλείαν δεξάμενος.