Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.988
Not analysed yet
μεʹ. «Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου.» Ἐκ προσώπου ταῦτα προαγορεύει τοῦ Δεσπότου Χριστοῦ. Λέγει δὲ, ὅτι Οἱ μήτε νομοθέτην, μήτε προφήτην ἐμὸν δεξάμενοι πώποτε, ῥᾳδίως μάλα κληθέντες ὑπήκουσαν, καὶ τὴν ἐμὴν δεσποτείαν ἠγάπησαν. μϛʹ. «Υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι· υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν.» Οἱ δὲ υἱοὶ προσαγορευθέντες, καὶ ἐν υἱῶν τάξει γραφέντες, ἀλλοτρίους σφᾶς αὐτοὺς πεποιήκασιν, ἀγνώμονες περὶ τὰς εὐεργεσίας γενόμενοι, καὶ περὶ τὴν πίστιν χωλεύσαντες, καὶ τὴν εὐσεβῆ τρίβον καταλιπόντες. Οὕτω καὶ διὰ Ἱερεμίου τοῦ προφήτου φησὶν ὁ Θεός· «Πῶς ἐστράφης μοι εἰς πικρίαν, ἡ ἄμπελος ἡ ἀλλοτρία; ἐγὼ δὲ ἐφύτευσα ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν.» Καὶ τὸ μὲν τὴν οἰκείαν δείκνυσι φυτουργίαν, τὸ δὲ τὴν ἐκείνων ἀχαριστίαν ἐλέγχει. Τὸ δὲ, «Ἐπαλαιώθησαν καὶ ἐχώλαναν, ἀτιμωθήσονται καὶ ἐντραπήσονται, ὁ Σύμμαχος εἴρηκε. Καὶ μαρτυρεῖ τῇ προῤῥήσει τὸ τέλος· πλήρεις γάρ εἰσιν ἀτιμίας, βδελυροὶ πᾶσιν ὁρώμενοι. μζʹ. «Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου· καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου.» Μνημονεύσας τῆς Ἰουδαίων ἀντιλογίας, αἰνίττεται τὸ πάθος, καὶ τὴν μετὰ τὸ πάθος ἀνάστασιν. Καὶ ἐπειδὴ Ἰουδαῖοι εἰώθασι τὸν ἐσταυρωμένον νεκρὸν καλεῖν, αὐτὸς βοᾷ· «Ζῇ Κύριος, καὶ εὐλογητὸς ὁ Θεός μου, καὶ ὑψωθήτω ὁ Θεὸς τῆς σωτηρίας μου.» Καὶ οὐ μόνον ζῇ, ἀλλὰ καὶ εἰς οὐρανοὺς ἀνελήλυθε, καὶ τοῖς βουλομένοις παρέχει τὴν σωτηρίαν. μηʹ, μθʹ. «Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί· καὶ ὑποτάξας λαοὺς ὑπ' ἐμέ· ὁ ῥύστης μου ἐξ ἐχθρῶν μου ὀργίλων. Ἀπὸ τῶν ἐπανισταμένων ἐπ' ἐμὲ ὑψώσεις με· καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥύσῃ με.» Ὁ ταῦτα τοίνυν ἐργασόμενος μακροῖς ὕστερον χρόνοις, ῥύσῃ κἀμὲ τῶν ἀδίκως με πολεμούντων· καὶ ὃν ὑπέταξάς μοι λαὸν, ἀποφανεῖς εὐπειθῆ. νʹ. «Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι. Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.» Διὰ γὰρ τῶν μικρὸν ὕστερον κληθησομένων ἐθνῶν, ἐν ἁπάσαις σε ταῖς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐκκλησίαις ὑμνήσω. Ἔστι δὲ ταύτης τῆς προφητείας τὸ τέλος ἰδεῖν· ἐν ἁπάσαις γὰρ καὶ πόλεσι, καὶ κώμαις, καὶ ἀγροῖς, καὶ ἐσχατιαῖς, καὶ ὄρεσι, καὶ βουνοῖς, καὶ ἐν γῇ, καὶ ἐν θαλάττῃ, καὶ ἐν οἰκουμένῃ, καὶ ἐν ἀοικήτῳ, ὁ θεσπέσιος Δαβὶδ δι' εὐσεβῶν στομάτων τὸν Θεὸν ἀνυμνεῖ.