Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.989
Not analysed yet
ναʹ. «Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὑτοῦ, τῷ Δαβὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.» Σύ με γὰρ χρίσας εἰς βασιλέα, οὐ μόνον σώζεις, ἀλλὰ καὶ περίβλεπτον ἀποφαίνεις· ταύτης δὲ τῆς προνοίας οὐκ ἐμὲ μόνον, ἀλλὰ καὶ τοὺς ἐμοὺς ἀξιώσεις παῖδας· ἀλλὰ καὶ ἕως αἰῶνος τῷ σπέρματί μου φυλάξεις τὴν περιφάνειαν. Τοῦτο δὲ Ἰουδαϊκῶς μὲν νοούμενον, τὴν προφητείαν ἐλέγχει. Μέχρι γὰρ τῆς αἰχμαλωσίας τοῦ Δαβὶδ τὸ γένος εἰς βασιλείαν διήρκεσεν· μετὰ δὲ τὴν ἐκεῖθεν ἐπάνοδον, μόνος Ζοροβάβελ ἡγεμονεύσας, τῆς ἡγεμονίας οὐ κατέλιπε κληρονόμους. Εἰ τοίνυν ἀληθὴς ἡ προφητεία, ὥσπερ οὖν ἀληθής· τὸ γὰρ τῆς ἀληθείας αὐτὴν ἀπεκάλυψε πνεῦμα· λείπεται νοεῖν τὸ σπέρμα τοῦ Δαβὶδ, τὸ αἰώνιον ἔχον τὴν περιφάνειαν, τὸν ἐκ Δαβὶδ κατὰ σάρκα γεννηθέντα Δεσπότην Χριστὸν, αἰώνιον ἔχοντα βασιλείαν καὶ δόξαν· καὶ ἔχοντα μὲν ταύτην πρὸ τῶν αἰώνων, ὡς ποιητὴν καὶ Θεόν· εἰληφότα δὲ πάλιν ὡς ἄνθρωπον, ἐπὶ ἐσχάτου τῶν ἡμερῶν· διὸ δὴ καὶ διὰ τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁ τῶν ὅλων ἔφη Θεός· «Δώσω αὐτοῖς Δαβὶδ τὸν βασιλέα αὐτῶν.» Καὶ πάλιν· «Καὶ Δαβὶδ ὁ βασιλεὺς ἐν μέσῳ αὐτῶν.» Δαβὶδ δὲ αὐτὸν ὠνόμασεν, ὡς ἐκ τῆς τοῦ Δαβὶδ ὀσφύος κατὰ σάρκα βλαστήσαντα. Τοῦτο δὲ καὶ ὁ μακάριος Ἡσαΐας βοᾷ· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» Ταῦτα μεμαθηκὼς ὁ μακάριος Ματθαῖος, οὕτω τῆς εὐαγγελικῆς ἤρξατο συγγραφῆς· «Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ υἱοῦ Δαβίδ.» ΕΡΜΗΝ. ΤΟΥ ΙΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαβίδ.» Τῶν θείων νόμων εἴδη τρία παρὰ τοῦ μακαρίου διδασκόμεθα Παύλου. Τὸν μὲν γὰρ δίχα γραμμάτων ἔφη διὰ τῆς κτίσεως καὶ τῆς φύσεως τοῖς ἀνθρώποις δεδόσθαι· «Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται·» καὶ πάλιν· «Ὅταν γὰρ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιεῖ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος·» τὸν δὲ διὰ τοῦ μεγάλου Μωσέως ἐν γράμμασι παρεσχῆσθαι· «Τῶν παραβάσεων γὰρ, φησὶ, χάριν ὁ νόμος προσετέθη, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. Οἶδε δὲ καὶ τρίτον μετὰ τούτους τεθέντα, τὸν τῆς χάριτος· «Ὁ γὰρ νόμος, φησὶ, τοῦ πνεύματος τῆς ζωῆς ἠλευθέρωσέ με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.» Σύμφωνα τούτοις καὶ ὁ μακάριος Δαβὶδ ἐν τῷδε