Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.992
Not analysed yet
τῷ ψαλμῷ τοὺς ἀνθρώπους παιδεύει, καὶ κατὰ τὴν αὐτὴν τάξιν. Πρῶτον μὲν τὸν ἐν τῇ κτίσει κηρύττοντα τὸν δημιουργόν· εἶτα τὸν διὰ Μωσέως δοθέντα, τοῦ δημιουργοῦ πλείονα γνῶσιν τοῖς προσέχειν ἐθέλουσιν ἐντιθέντα· μετὰ τοῦτον, τὸν τῆς χάριτος, τέλεον τὰς ψυχὰς ἀποκαθαίροντα, καὶ τῆς παρούσης ἐλευθεροῦντα φθορᾶς· οὗ δὴ χάριν καὶ εἰς τὸ τέλος ἡμᾶς ὁ ψαλμὸς παραπέμπει, τὴν καινὴν ἐν τῷ τέλει διαθήκην προαγορεύων. βʹ. «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ· ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Ἀρκεῖ, φησὶ, καὶ μόνον φαινόμενον τῶν οὐρανῶν τὸ κάλλος καὶ μέγεθος, τοῦ Δημιουργοῦ τὴν δύναμιν κηρύξαι· εἰ γὰρ ὁ μεγίστην καὶ καλλίστην οἰκοδομίαν θεώμενος, τὸν οἰκοδόμον θαυμάζει· καὶ ὁ σκάφος ὁρῶν εὖ καὶ καλῶς κατεσκευασμένον, τὸν ναυπηγὸν ἐννοεῖ· καὶ τῇ θεωρίᾳ τῆς εἰκόνος ἡ τοῦ ζωγράφου συνεισέρχεται μνήμη· πολλῷ δήπουθεν ἡ κτίσις ὁρωμένη πρὸς τὸν δημιουργὸν ποδηγεῖ τοὺς ὁρῶντας. Οὐρανοῦ δὲ καὶ στερεώματος ἐμνημόνευσεν ἀκολούθως τῇ τοῦ μεγάλου Μωσέως διδασκαλίᾳ. Καὶ γὰρ ἐκεῖνος πρῶτον εἶπε γεγενῆσθαι τὸν οὐρανὸν, εἶτα διηγεῖται καὶ τὴν τοῦ στερεώματος δημιουργίαν· ὃν πάλιν οὐρανὸν οὐρανῶν προσηγόρευσε, φησί. Τὸ δὲ πληθυντικὸν ὄνομα τῶν οὐρανῶν ξενιζέτω μηδένα. Ἔθος γὰρ τῇ Γραφῇ ποτὲ μὲν ἑνικῶς, ποτὲ δὲ πληθυντικῶς ὀνομάζειν. Καὶ ἑνικῶς μὲν ὁ μακάριος ὀνομάζει Δαβίδ· «Οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ.» Καὶ πάλιν· «Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις.» Πληθυντικῶς δὲ πάλιν ὁ αὐτὸς, «Αἰνεῖτε αὐτὸν, φησὶν, οἱ οὐρανοὶ τῶν οὐρανῶν.» Τὴν αὐτὴν δὲ ἔχει σημασίαν τὸ, «Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ.» Ὁ μὲν γὰρ ὁρώμενος οὐρανὸς, οἷόν τις ὄροφος κατεσκευάσθη τῇ γῇ· ὁ δὲ ἀνώτερος τοῦτό ἐστι τούτῳ, ὅπερ οὗτος τῇ γῇ. Διὰ δὴ τοῦτο οὐρανὸς οὐρανοῦ καλεῖται, καὶ οὐρανοὶ οὐρανῶν ὀνομάζονται. Ἔστι δὲ ἰδεῖν καὶ πόλεις παρ' ἡμῖν διπλῆν τὴν ὀνομασίαν ἐχούσας. Καὶ γὰρ καὶ Ταρσὸν λέγομεν καὶ Ταρσοὺς, τὴν μίαν πόλιν· καὶ Θήβην καὶ Θήβας, τὴν αὐτὴν πόλιν. Οὕτω Μυκήνην τε καὶ Μυκήνας ἐκάλουν οἱ παλαιοὶ, μίαν πόλιν εἰδότες τὴν πληθυντικῶς ὀνομαζομένην. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ διὰ τοὺς πολλοὺς οὐρανοὺς ἀριθμεῖν πειρωμένους. γʹ. «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα· καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.» Καὶ γὰρ ἡ τεταγμένη νυκτὸς καὶ ἡμέρας διαδοχὴ, τοὺς ὑπὸ τοῦ Δημιουρ-