Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.993
Not analysed yet
γοῦ τεθέντας ὑποδείκνυσιν ὅρους, οὓς παραβαίνειν ἡ ἄψυχος οὐκ ἀνέχεται κτίσις. Πρὸς γὰρ τὴν χρείαν τῶν ἀνθρώπων ἡμέρα καὶ νὺξ αὐξανόμεναί τε καὶ μειούμεναι, καὶ παρ' ἀλλήλων τὸν χρόνον δανειζόμεναι, καὶ πάλιν ἀλλήλαις τὸ χρέος ἐκτιννύουσαι, τὴν ἐφεστῶσαν αὐταῖς ὑποδεικνύουσι προμήθειαν. Τὸ δὲ, «Ἐρεύγεται ῥῆμα, καὶ ἀναγγέλλει γνῶσιν, καὶ διηγοῦνται δόξαν,» οὐκ ἔμψυχα εἶναι διδάσκει τὰ ὁρώμενα· ἀλλὰ προσωποποιία τίς ἐστι, παιδεύουσα πάντας ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὸν ἀόρατον ποδηγεῖσθαι Θεὸν, κἀκείνῳ προσφέρειν τὴν ὑμνῳδίαν. δʹ, εʹ. «Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐκ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν· καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Τοῦτο σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν· οὐ ῥήσεσιν, οὐδὲ λόγοις, ὧν οὐκ ἀκούονται αἱ φωναὶ, ἀλλ' εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ ἦχος αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν, ὁ κανὼν αὐτῶν. Οὔτε γὰρ λόγους, οὔτε ῥήματα προφέρουσαι, ἀλλὰ τὸν κανόνα, καὶ τὴν οἰκείαν τάξιν ὑποδεικνῦσαι, πᾶσαν τὴν γῆν καὶ θάλατταν εἰς τὴν θείαν καλοῦσιν ὑμνῳδίαν. ϛʹ, ζʹ. «Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὑτοῦ· καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὑτοῦ. Ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδόν· ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ· καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ.» Καὶ ταῦτα σαφέστερον οἱ τρεῖς ἡρμήνευσαν. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα, φησὶν, ἐν αὐτοῖς· τουτέστιν ἐν τοῖς οὐρανοῖς. Οὕτω γὰρ καὶ ὁ μέγας ἐδίδαξε Μωσῆς· «Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους· καὶ ἔθετο αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς.» Αὐτὸ τοῦτο καὶ ὁ θεῖος ἔφη Δαβὶδ, ὅτι ἔθετο τὸ σκήνωμα ἐν τοῖς οὐρανοῖς τῷ ἡλίῳ· ὥστε αὐτὸν ἐπ' ἐκείνων ὀχούμενον, καὶ κατὰ μὲν τὸ κάλλος μιμεῖσθαι νυμφίον ἐκ παστάδος προϊόντα μετὰ πολλῆς εὐπρεπείας· κατὰ δὲ τὸ τάχος, γίγαντά τινα μετὰ πολλῆς διατρέχοντα ῥώμης καὶ ἰσχύος· [μηδενὸς ἐμποδὼν ἱσταμένου, καὶ τῆς ἐπὶ τὰ πρόσω πορείας πειρωμένου κωλύειν· οὕτω καὶ οὗτος ἀνίσχει μὲν ἀπὸ τῆς ἔω, ἐν μιᾷ δὲ ἡμέρᾳ τὸν οὐρανὸν διατρέχει τὴν