Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.996
Not analysed yet
ἑσπέραν καταλαμβάνει, παντὶ ζώῳ μεταδιδοὺς τῆς οἰκείας θερμότητος.] «Καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.» Τῆς θέρμης ἐνταῦθα ἀντὶ τοῦ φωτὸς ἐμνημόνευσε, μείζονα δεικνὺς τὴν ἐνέργειαν τοῦ χειροποιήτου φωτός· ὅτι καὶ πόῤῥωθεν ὄντας δυνατὸν ἀπολαῦσαι τῆς θέρμης. Τὸ γὰρ χειροποίητον φῶς οὐχ οἷόν τε μὴ πελάζοντας τοῦτο ποιῆσαι. Ὁ δέ γε ἥλιος καὶ πόῤῥωθεν ἀφεὶς ἀκτῖνας τῆς θέρμης σὺν τῷ φωτὶ μεταδίδωσιν. Ἀπόχρη καὶ ταῦτα δεῖξαι τοῖς ἀνθρώποις τὸν Ποιητήν· ἀλλ' ὅμως καὶ νόμον ἔδωκεν εἰς βοήθειαν, ἐπιστρέψαι τοὺς πλανωμένους δυνάμενον. ηʹ—ιαʹ. «Ὁ νόμος [γὰρ, φησὶν,] Κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς· ἡ μαρτυρία Κυρίου πιστὴ, σοφίζουσα νήπια. Τὰ δικαιώματα Κυρίου εὐθέα, εὐφραίνοντα καρδίαν· ἡ ἐντολὴ Κυρίου τηλαυγὴς, φωτίζουσα ὀφθαλμούς. Ὁ φόβος Κυρίου ἁγνὸς, διαμένων εἰς αἰῶνα αἰῶνος· τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτό. Ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.» Νόμον καὶ μαρτυρίαν, καὶ δικαιώματα, καὶ ἐντολὴν, καὶ κρίματα, τὸν Μωσαϊκὸν νόμον καλεῖ· οὕτω γὰρ καὶ αὐτὸς ὁ νόμος ἑαυτὸν ὀνομάζει· ποτὲ μὲν γὰρ λέγει· «Ταῦτα τὰ δικαιώματα καὶ τὰ κρίματα, ἃ ἔδωκε Κύριος Μωσῇ.» Καὶ ἀλλαχοῦ· «Φυλάξεις τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου, καὶ τηρήσεις τὰς ἐντολὰς αὐτοῦ·» καὶ καλεῖται μὲν νόμος, ὡς τὴν ἀρίστην πολιτείαν ῥυθμίζων, καὶ διατάττων. Μαρτυρία δὲ, ὡς τοὺς ἁμαρτάνοντας διαμαρτυρόμενος, καὶ τῆς παραβάσεως τὴν τιμωρίαν ὑποδεικνύς· δικαιώματα δὲ, ὡς διδάσκων τὸ δίκαιον, καὶ ἀπαγορεύων τὸ ἄδικον, καὶ τοὺς κατορθοῦντας ἀποφαίνων δικαίους· ἐντολὴ δὲ, ὡς τὸ πρακτέον ἐντελλόμενος καὶ κελεύων δεσποτικῶς· κρίματα δὲ, ὡς τὰς θείας ψήφους ὑποδεικνὺς, καὶ διδάσκων τίνων μὲν ὁ φυλάττων τεύξεται ἀγαθῶν, τίσιν δὲ ὁ παραβαίνων τιμωρίαις παραδοθήσεται. Λέγει τοίνυν, ὅτι ὁ νόμος τοῦ Θεοῦ, μώμου παντὸς ἐλεύθερος ὢν, τὰς τῶν ἀνθρώπων ἐπιστρέφει ψυχὰς, καὶ ἀμώμους αὐτὰς ἀπεργάζεται. Δεδιττομένη δὲ ἡ μαρτυρία τοὺς ἀτελεῖς καὶ νηπίους σοφίζει· εὐφραίνει δὲ τὴν καρδίαν τὰ δικαιώματα, τῆς δικαιώσεως τὴν αἰτίαν ὑποδεικνῦντα. Ἡ ἐντολὴ δὲ φωτίζει τῆς διανοίας τὸ ὀπτικὸν, διδάσκουσα τί τὸν τῶν ὅλων θεραπεύει Θεόν· ἡ εὐλάβεια μέν τοι καὶ ὁ τοῦ Θεοῦ φόβος, τὴν τούτων ὑποτιθέμενος φυλα-