Ancient Greek
Volume 81
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in xii prophetas minores 81.1621
Not analysed yet
τινὰ χώραν ἡ ἐξαπάτη· ἐπειδὴ δὲ ταῖς ἐμαῖς δωρεαῖς ἐντρυφῶντες, ἐν Γαλαὰδ καὶ Γαλγάλοις θύετε τοῖς εἰδώλοις, κήρυκες ὑμεῖς γίνεσθε τῆς οἰκείας ἀχαριστίας. «Καὶ τὰ θυσιαστήρια αὐτῶν, ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ.» Τῶν ἀμφιβίων ἐστὶν ἡ χελώνη, ἀλλ' ἐν μὲν τοῖς ὕδασι διαιτωμένη διαφεύγει πολλάκις τῶν θηρευόντων τὰς χεῖρας· εἰς δὲ τὴν γῆν βαδίζουσα, πρόχειρός ἐστι καὶ εὐάλωτος. Ταύτῃ τοίνυν, φησὶ, παραπλησίως εὐάλωτοι ἔσονται οἱ παρ' ὑμῶν τοῖς δαίμοσι κατασκευασθέντες βωμοὶ, καὶ ὑπὸ τῶν πολεμίων κατασκαφήσονται. Εἶτα πάλιν τῆς τοῦ προπάτορος ἀρετῆς ἀναμιμνήσκει. ιβʹ, ιγʹ. «Καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας, καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ, καὶ ἐν γυναικὶ ἐφυλάξατο. Καὶ ἐν προφήτῃ ἀνήγαγε Κύριος τὸν Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου, καὶ ἐν προφήτῃ διεφυλάχθη.» Ὁ γὰρ ὑμέτερος πρόγονος, τῆς μητρὸς τὰς ὑποθήκας δεξάμενος, τὴν πατρῴαν ἠνέσχετο καταλιπεῖν οἰκίαν, καὶ τὴν ἀλλοδαπῆ τῆς οἰκείας προείλετο, καὶ γυναικὸς χάριν, ἵνα μὴ λάβῃ Χαναναίαν, ἀλλ' ἐκ τῆς τοῦ Σὴμ συγγενείας, δουλείαν ἐλευθερίας προτετίμηκε, καὶ τὸν περὶ τῆς γυναικὸς ὑπὸ τῶν πατέρων τεθέντα διεφύλαξε νόμον. Διὸ μέχρι τῶν ἀπογόνων τῆς παρὰ τοῦ Θεοῦ προνοίας ἀπήλαυσε· τὸ γὰρ ἐκείνου γένος, Αἰγυπτίοις δουλεύειν ἠναγκασμένον, διὰ τοῦ μεγάλου προφήτου Μωσέως τῆς ἐλευθερίας ἠξίωσεν ὁ Θεός· καὶ μέντοι καὶ ἐπὶ τῆς ἐρήμου γενόμενον, ἀλώβητον διετήρησε, τῷ αὐτῷ προφήτῃ διακόνῳ χρησάμενος. ιδʹ. «Ἐθύμωσέ με Ἐφραῒμ καὶ παρώργισε, καὶ τὸ αἷμα αὐτοῦ ἐπ' αὐτὸν ἐκχυθήσεται, καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ Κύριος κατὰ τὸν λόγον Ἐφραῒμ.» Οὗτος δὲ, φησὶν, ἐξ ἐκείνου κατάγων τὸ γένος, εἰς ὀργήν με παρακινεῖ, παρανομίᾳ πάσῃ συζῶν· ἀλλὰ τῶν παρ' αὐτοῦ σπειρομένων ἀμήσει τὰ δράγματα, ἀναλόγους ὧν δέδρακε τὰς δίκας πραττόμενος. ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Εἰληφὼς γὰρ παρ' ἐμοῦ δικαιώματα καὶ νόμους, καθ' οὓς προσῆκεν αὐτὸν πολιτεύεσθαι, τὰς τῶν εἰδώλων παρανομίας ἀντ' ἐκείνων ἠγάπησεν· παρ' ὧν ἀντὶ ζωῆς ἐδρέψατο θάνατον. Αὔξουσι δὲ τὴν ἀσέβειαν καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν, ἐκ χρυσοῦ καὶ ἀργύρου τεκταινόμενοι ζώων διαφόρων ἰνδάλματα, καὶ χειροποιήτοις εἰδώλοις λατρεύοντες. Τοσούτῳ γὰρ οἴστρῳ περὶ ταῦτα κατέχονται, ὡς τῷ πλήθει τῶν ἱερείων ἐπιλιπεῖν τῶν θυμάτων τὸ γένος, καὶ τολμῆσαι αὐτοὺς εἰπεῖν· «Θύσατε ἀνθρώπους· μόσχοι γὰρ ἐκλελοίπασι. (γʹ.) Διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη, καὶ ὡς χνοῦς ἀποφυσώμενος λαίλαπι ἀπὸ ἅλωνος, καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων.» Ταύτης ἕνεκα, φησὶ, τῆς ἀσεβείας,